Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

λόγον ἔθετο. κατὰ δὲ τὴν τοῦ συνεχοῦς γραμμὴν, καὶ ἐπιφᾶν εἴαν καὶ σῶμα. ἔτιδὲ καὶ τόπον καὶ χρόνον. καὶ ἴσως ἀκριβέστερον τοῦτο. δοκεῖ γὰρ καὶ τῶ ἰαμβλίχω,μὴ παρισοῦσθαιτω διωρισμένω τὸ πλῆθος. διότι καὶ ὁ λόγος διωρισμένος μὲν τίςἐστιν, ὥσπερ καὶ ὁ ἀριθμός. πλῆθος δὲ οὐκ ἔστιν ὁ λόγος. κᾶν γὰρ πολύς ἐστιν ὁ λόγος,ἀλλ' ἄλλο τὸ πολυεἶναι τὸ μετέχον πλήθους, ὡς πολλοὶ οἱ ἄνθρωποι, καὶ ἄλλὸ τὸπλῆθος εἶναι, κατ' αὐτὸ τοῦτο χαρακτηριζόμενον. μήποτε δὲ οὐδὲ τὸ μέγέθος ταυτὸνἐστι τῶ συνεχεῖ. καὶ γὰρ ὁ χρόνος, συνεχης μέν ἐστιν ὡς δείκνυσι, μέγεθος δὲ οὐκ ἔστι.τρία γὰρ εἴδη τοῦ μέγέθους. γραμμή. ἐπιφάνεια. καὶ σῶμα. ὧν οὐδέν ἐστιν ὁ χρόνος. κᾶνγὰρ μακρὸς λέγηται ὁχρόνος, Απάνθ ὁμακρὸς κἀναρίθμητος χρόνος,Αλλὰ καὶ πολὺς οὐδὲν ἡττον. καὶ ἐπιδιαίρεσιν δὲ τοῦ ποσου ποιεῖται. τὸ μὲν, ἐκ-θέσιν ἔχόντων τῶν ἐν αὐτῶ μορίων λέγων εἶναι. τὸ δὲ, ἐξ οὐκ ἔχόντων θέσιν. διαφέρειδὲ αὕτη τῆς προειρημένης. οὔτε γὰρ τὰ συνεχῆ τὰ αὐτά ἐστι τοῖς θέσιν ἔχουσιν. ἀλ-λὰ τὰ μὲν ἐκθέσιν ἐχόντων, πάντως καὶ συνεχῆ ἐστι. τὰ δὲ συνεχῆ, οὐ πάντως θέσινἔχει. ὁ γοῦν χρόνος, συνεχῆς μέν ἐστιν, οὐ μέντοι τῶν θέσιν ἔχόντων. ἀνάπαλιν δὲ.παν μὲν διωρισμένον, ἐξ οὐκ ἐχόντων θέσιν ἐστιν. οὐ μὴν πᾶν τὸ ἐξ οὐκ ἐχόντων θέ-σιν, ἤδη καὶ διωρισμένον ἐστι. πάλιν γὰρ ὁ χρόνος ἐξ οὐκ ἔχοντων θέσιν ὧν, οὐκ ἔστι διωρι-σμένος. καὶ οὐ δὲν θαυμαστόν του αὐτοῦ κατ' ἄλλην καὶ ἄλλην ἐπιβολὴν, πλείονας γέ-νέσθαι διαιρέσεις, ὡς τοῦ ζώου κατά τε τὸ λογικὸν καὶ τὸ ἄλογον. καὶ αὐπάλιν κατά τε τὸ θνητὸν καὶ ἀθάνατον. κατὰ δὲ τὰς τοιαύτας διαφορὰς, οὐδὲ τὰ τμήμα-τα τοῖς τμήμασι πάντως ἐφαρμόζει. οὐ γὰρ μόνα τὰ λογικὰ ὑπόποδά ἐστιν, ἀλλὰκαὶ τῶν ἀλόγων πολλὰ. λοιπὸν δεῖ εἰπεῖν, τίνα μέν ἐστι τὰ συνεχῆ, τίνα δὲ τὰ διω-ρισμένα. ἐν δὲ τῆ φυσικῆ ἀκροάσει, συνεχῆ ἐστι φησίν, ὧν τὰ πέρατα ἐν, ὥσπερἀπτόμενα. καὶ ὧν τὰ περατα ἅμα. ἐνταῦθα δέ φησι συνεχῆ εἶναι, τὰ πρὸς ἕνακοινὸν ὅρον συνάπτοντα. διωρισμένα δὲ, τὰ μὴ ἔχοντα κοινὸν ὅρον, πρὸς ὃν συνα-πτει τὰ μόρια αὐτῶν. καὶ τῶ μὲν διωρισμένω, ὑποτίθησι τὴν ἀριθμὸν καὶ τὴν λόγον. τῶν γὰπάντε, οὐκ ἔστι μονας μέσος ὅρος συνάπτων τὰ τρία, καὶ τὰ δύο. εἰ δέ τις λέγοιμοναδαεἶναι καθ' ἕτερον τῶν μερῶν τὴν συνάπτουσαν, ἐπειδὴ ἡμονας οὐκ ἔστι πέρας τοῦ ἀριθμοῦ,ὡς τρ σημεῖον τῆς γραμμῆς ἀλλὰ μέρος, ἄλληἄν εἴημόνας παρὰ τὰς πέντε. καὶ οὔτε πάν-τε ἔτι ἀλλὰ ἕξ ἔσται, οὔτε κοινον περὰς ἡμόνας ἐκείνη, πρὸς ἣν συνάψει τὰ μόρια.καὶ γὰρ ὁ μαριθμός, ἐκμονάδων σύγκειται, καὶ εἰς μονάδας διαιρεῖται. διὸ, οὐδὲ ἐπ' ἄπει-ρον ἡ διαίρεσις αὐτοῦ, ἄλλὰ μέχρι τῶν μονάδων. ἡ δὲ γραμμὴ, οὐδὲ σύγκειται ἐκ σημεί-ων, οὔτε διαιρεῖται εἰς σημεῖα. διὸ καὶ ἐπς' ἄπειρον ἐστὶ διαιρετή. ἐπειδὴ δὲ καὶ τὴν λόγον τοῦδιωρισμέντο ποσοῦ φησιν εἶναι, λόγον ἀκουστέον οὐτὴν ἐν διανοία, ἀλλὰ τὴν ἐν τῆ φωνῆ.οὗτος γάρἐστι ποσόν. πᾶς γὰρ λόγος, ἐξ ὀνομάτων καὶ ῥημάτων συνέστηκε. πᾶνδὲ στοι χεῖογου, ἐκ συλλαβῶν. πᾶσα δὲ συλλαβὴ, χρόνοις καταμετρεῖται. καὶ χρόνω, ἢ μακρῶ ἢβρα-χεῖ. αἱ δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσι λόγον, ὃν δύο πρὸςἐν. τὸ δὲ ἓν καὶ δύο,