οὔτε κατὰ τὸν χρόνον. ἀλλ' ἄλλοτε ἄλλα, καὶ ἐν ἄλλω μορίω τοῦ σώματος μετα λαμβάνου-σα. ὥστε καὶ περὶ ταύτην ἡ πέφυκε, ταῦτα θεωρεῖται τὸ τῆς ἐναντιώσεως. πέφηνενἄρα τὸ ἰδιωμα τοῦτο τῆς οὐσίας κοινὸν κατὰ τᾶσαν οὐσίαν ὑπάρχον. ἴδωμεν δὲ, τίναὁ ἀριστοτέλης τοῖς εἰρημένοις προσαπορεῖ. Ει μήτις ἐνίστατο τὸ τὸν λόγιν καὶ τὴνδόξαν φάσκων, ἕως τοῦ, ὥστε ἰδιον οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῶ ὂν, τῶν ἐναν-τίων εἶναι δεκτικὸν. Επειδὴ καὶ λόγος καὶ δόξα ἀληθης καὶ ψευδὴς εἶναι δοκεῖ, καὶἔστιν ἐναντίον τὸ ἀληθὲς τῶ ψευδεῖ, ὁ δὲ λόγος οὐκ ἔστιν οὐσία, ἀλλ' ὁ μὲν ἐν προφορᾶ,ποσὸν, ὁ δὲ ἐνδόξἡ ποιὸν, εἰκότως ἀπορεῖ μητε οὐ μόνη τῆ οὐσία προσηκει τὸ, τῶνἐνκντίων εἶναι δεκτικήν. καὶ λύει τὴν ἀπορίαν, κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν. πρό-τερον γὰρ συγχωρήσας δέχεσθαι τὸ ἀληθες καὶ ψεῦδος τὸν λόγον καὶ τὴν δόξαν, δείκνυ-ει Ισιν ὅτι οὐχ ὡς ἡ οὐσία δέχεται. ἐκείνη μὲν γρ τῆ ἑαυτῆς μεταβολῆ δέχεται τὰ ἐναν-τία. ὁ δὲ λόγος καὶ ἡδόξα, οὐ τῆ ἑαυτῶν μεταβολῆ, ἀλλὰ τῆ τοῦ πράγματος. εἶτα καὶτὸ δέχεσθαι ὅλως ἀναιρεῖ. τὸ μὲν γὰρ δεχόμενον μεταβολην τινὰ, ὑπομένει. ἐνδὲ τῶ λό-γω καὶ τῆ δόξη, οὐδεμία γίνεται μεταβολη. ἀλλὰ τῶ τὸ πρᾶγμα μεταβάλλειν, ὁ λό-γος καὶ ἡ δόξα ἀληθης καὶ ψευδὴς λέγεται. κυρίως δὲ εἴπε τὸ λέγεσθαι καὶ οὐ γίνεσθαι.ἔστι δὲ καὶ οὕτως ἐπιχειρῆσαι. οὐκ ἔστιν εἷς κατ' ἀριθμὸν ὁ πρότερον ῥηθεὶς λόγος τῶδευτέρω. καὶ κατὰ τὸν αὐτὸν ἀριστοτέλην. εἴρηται γάρφησι καὶ οὐκέτι ἔσται τὸ ῥηθένλαβεῖν. τῶν γὰρ κατὰ διέξοδον κινουμένων ἐστιν ὁ λόγος. καὶ διατοῦτο, οὐδὲ τῶν θέσιν ἐχόν-των ἐστιν. ὥστε τῶ εἴδει ὁ αὐτὸς γίνεται ὁ πρότερον ῥηθεὶς τῶ δευτέρω. ὁ ἀληθης τῶψευδεῖ. καὶ οὐχὶ τῶ ἀριθμῶ, ὡς εἴρηται ἐπὶ τῆς οὐσίας. καὶ ἡ δόξα δὲ, λόγος ἐστιν ἐντὸςἐν διεξόδω καὶ αὐτὴ ὑπάρχουσα. καὶ τὰ αὐτὰ ἂν καὶ περὶ αὐτῆς λέγοιτο. Αλλ' ἀποροῦ-σι τινὲς καὶ πρὸς ταύτας ἐνιστάμενοι τὰς ἐπιχειρήσεις. καὶ λέγουσιν, ὡς κᾶν μὴ πά-σχη τὸ τῶν ἐκ τὸς πάθος ὁ λόγος καὶ ἡ δόξα, οὐκ ἤδη διατοῦτο οὐδὲ πάσχει. ἀλλὰ πά-σχει ὡς ὁ λόγος. καὶ δέχεται ἐν ἑαυτῶ μεταβολὴν, τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι.λόγου γὰρ καὶ δόξης, αὕτη ἐναντίωσις. ἐπεὶ ὥραγέφησι λέγειν, μὴδὲ τὴν ψυχὴν δε-κτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ λευκὸν καὶ μέλαν δέχεται. οὐ γὰρ πέφυκε τούτωνεἶναι δεκτική. ὧν δὲ πέφυκε, ταῦτα δέχεται. φρόνησιν καὶ ἀφροσύνην. καὶ ὁ λόγος οὖνκαὶ ἡ δόξα, τὴν λόγου καὶ δόξης μεταβολην τὴν κατὰ τὸ ἀληθὲς καὶ ψευδὲς δέχεται. ἀλλ'οὐχὶ τὴν κατὰ τὸ καθῆσθαι καὶ μὴ καθῆσθαι. Εσται οὖν περὶ αὐτὰ, κατὰ μεταβολὴν μὲν ἡ ἐναν-τίωσις. ἀλλὰ τὴν προσήκουσαν τῶ λόγω καὶ τῆ δόξη. μὴποτε οὖν μέσον χωρήσαντα τῶντε ἀριστοτέλους λόγων, καὶ τῶν πρὸς αὐτοὺς ἐνισταμένων δεῖ λέγειν, ὅτι ἄλλος οὗτοςκαταδοχῆς ἐστι τρόπος. ὅταν ἄλλου πάσχοντος αὐτότι μὴ μεταβάλλον, ἀλλοιοτέρανδέχεται σχέσιν ὅμως. ὡς ὁρῶμεν καὶ ἐπὶ τῶν πρός τι. τὸ γὰρ πρότερον ὄνδεξιον μηδὲναὐτὸ μεταβάλλον, ἀριστερὸν γίνεται, ἄλλου μέτασταντος. καὶ ὁ λόγος δὲ καὶ ἡ δόξακατὰ τὴν πρὸς τὰ πράγματα σχέσιν ἔχοντα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι, οὐδὲνθαυμαστὸν, εἰ τῶν πραγμάτων μεταβαλλόντων ἀμείβει τὴν σχέσιν, οὐδὲν αὐτὰ πά-σχοντα. ὁ δὲ γε ἀριστοτέλης τὴν καταδοχὴν ἐκείνην ἀπέφησε, καθ' ἣν ἀνάγκη πά-γ
Einzelbild herunterladen
verfügbare Breiten