Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῆ ἐπαγωγῆ δεδειγμένον. ὅλως δὲ οὐκ ἔστι δεδειγμένον. πρὸς δὲ τοῦτο, εἷς τρόπος ἀν-τιλογίας γένοιτο ἂν ὑπομνῆσαι τὴν περὶ τῶν καθόλου διδασκαλίαν. τῶν γὰρ γενικω-τάτων οὐκ ἔστιν ἐκ προτέρων καὶ αἴτιω τέρων ποιήσασθαι ἀπόδειξιν. ἀλλ' ἀνάγκητουςτελείαις διαιρέσεσι πάντα διαιρουμένους τὰ ὑπ' αὐτὰ, θεωρεῖν τὴν κοινότητααὐτῶν, μήπη παραλλάση τί ἐν τοῖς καθ' ἕκαστα εἴδεσι. κᾶν εὑρίσκωμεν μηδεμίαν οὖσαν ἐν αὐτοῖς διαφορᾶν τὴν ταὐτότητα τοῦ γενικοῦ, οὐκ ἐξ ἐπαγωγῆς, ἀλλ' ἐκ τῆς τελείας διαιρέσεως λαμβάνομεν. κἀνταῦθα τοίνυν εἴπερ αἱ οὐσίαι μὲν πάσαι δηή-ρηνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέ τεραι δὲ τούτων ἔχουσιν ἐναντίωσιν, οὐ δ ἄν ὅλως ἡ οὐσία ἔχει ἐναντίωσιν. καὶ ἄλλως δὲ, ὅταν τῶν καθ' αὐ-τὰ ὑπαρχόντων καὶ συμπληρω τικῶν τῆς οὐσίας τί ληφθη, εὐθὺς τοῦτο ὅπερ ἐφ' ἑκά-στου καὶ ἐπὶ παντὸς ἀληθὲς ἀποδείκνυται. οἷον, τὸ λογικὸν, ἐφ' ἑκάστου τὲ ἀνθρώ-που καὶ ἐπὶ παντὸς. καὶ τῆ οὐσία τοίνεν, εἴπερ τὸ καθ' αὐτὴν εἶναι οὐσιῶδες ὑπάρχεικαὶ τὸ μηδεμίαν ἔχειν ἐναντίωσιν, ἐν αὐτῆ κατ' οὐσίαν ὑπάρξει. καὶ οὕτω τὸ ἐπι τινοςκαὶ ἐπὶ πασης οὐσίας ἀληθὲς ἔσται. ἀλλὰ δὴ καθόλου φησιν ὁ πλωτῖνος τῆ οὐσία, εἰ μὴοὐσία ἀντίκειται. τῆ δὲ ἀγαθῆ φύσει, ἡ κακοῦ φύσις. καὶ τῆ ἀρχῆ τῶν βελτιόνων, ἡ ἀρχὴ τῶν χειρόνων ἐστὶν ἐναντία. διαιρετέον δὲ ταῦτα οὕτως. τὸ μὴ ὄν ὅπερ ὡς ἐναντίονἄντιτίθεμεν τῶ ὄντι, εἰ μὲν οὐδαμῆ οὐδαμῶς ὑφέστηκεν, οὐδεμίαν ἕξει σχέσιν πρὸς ἕτε-ρον, ὅγε μηδέν ἐστιν. εἰ δὲ ὄντί ἐστι, ψευδῶς λέγει τὸ πάντη κεχωρίσθαι τοῦ ὄντος, ὅγε-αὐτοῦ μετείληφεν. εἰ δὲ ὡς οὔσιαι δύο κεχωρισμέναι εἰσὶν, αὐτὸτο εἶναι ἕξουσιν. εἰ δὲκατὰ ἐκβεβηκυίαν ἑτερότητα ἐξηρημέναι εἰσὶ χωριστῶς, οὐδὲν ἔχουσαι κοινὸνπρὸς ἀλλήλὰς, τότε οὐδὲ τῆς σχέσεως τῶν ἐναντίων κοινωνήσουσι. καὶ εἰ μὲν ὥσπερεἴωθε λέγεσθαι ἀπὸ τοῦ ὄντος τὸ μὴ ὂν, οἷον ἀπὸ τοῦ νοητοῦ τὸ αἰσθητὸν, καὶ ἀπὸτοῦ θείου τὸ ὑλικὸν παράγεται, ὡς ἂν ἀπὸ πρώτου ἔσχατον, πῶς ἂν ἔχοι πρὸς αὐτὸτὴν ἐναντίωσιν, κατὰ τὸ πάντη ἀπ' αὐτοῦ κεχωρίσθαι. ὁ γε ἀπ' αὐτοῦ τὴν ὅλην ἔχειὑπόστασιν. πῶς δὲ μηδένα λόγον ἔχον πρὸς αὐτὸῆ παραβολὴν ἀντιστάσεως, ἀλ-λ' ὡς τὸ μηδὲν ἐκπεπτωκὸς εἰς τὸ ἔσχατον ὡς πρόςγε τὴν παραγαγοῦσαν αἰτίαν αὐ-τὸ, λήψεται πρὸς αὐτὴν ἐναντίωσιν, ἥτις ἐξισάζειν ποιεῖ πρὸς ἐκεῖνο ὧ ἠναν-τίωται. εἰ δὲ ἐξ ἀρχῆς καθ' ἑαυ τὸ ὑφέστηκεν, ὡς καὶ αὐτὸ πρῶτον ὃν ἰσάξιον ἔσταιτὸ μὴ ὂν τῶ ὄντι. καὶ δια τί τὸ μὲν, ἔσται ὃν, τὸ δὲ, μὴ ὂν, εἴπερ ἐξίσου ἐν ἀρχῆς λό-γω καὶ αἰτίας τάξει προηγεῖται, προηγουμένην τέ ἕξει τὸ κακὸν καὶ τὸ μὴ ον ὑπό-στασιν. καὶ οὕτως οὐ δὲ κακόν ἔσται ὅγε καθ' ἑαυτὸ ὑπάρχει. πῶς τε συνῆλθεν εἰςταυτὸ τὰ δύο, ἄπορον εὑρεῖν. ἐὰν δὲ τρίτου δέη τοῦ συνάξοντος αὐτὰ, ἢ ἐνὧ ἓν ἔσταιοὐκέτι πρῶτα ἔσται καὶ ἐναντία οὕτως ὡς λέγεται. εἰ δὲ μὴ συνέρχεται πρὸς ἄλληλα, ἐπείμητε ἐξ ἀλλήλων ὑφέστηκεν ἄγέ ἐστὶν ἐναντία, οὔτε ἐκ προτέρων, ἅγέ ἐστιν πρῶταγένεσιςὶκαὶ τὸ πᾶντόδε, οὐκ ἄν ἀποτελεσθείη. πασιμοῦν ταῦτα τὰ ἐναντιώματα ἐπακολουθεῖτοῖς ἐν ἀρχῆ τὸ κακὸν καὶ τὸ μὴ ὂν ἀφοριζομένοις. μάλιστα δὲ πλωτίνω καὶ τοῖς ἄλλοις τοῖςἀπὸ τῆς ἑνώσεως ἀρχομένοις. οὗτοι γὰρ τὸ ἐν καὶ τὰ γαθὸν ἐν ἀρχῆ προτιθέντες, ἐπεισοδιῶδες