κατηγορεῖται κατὰ τοῦ ὑποκειμένου. οὐδὲ γὰρ λέγομεν πεζότητα τὸ ὑποκείμε-νον, οἷον τὸν ἄνθρωπον, ἤτι ἄλλο τῶν πεζῶν, οὔτε τὸν λόγον τῶν πεζῶν. οὐδὲ γὰρ λέ-γομεν τὸ ὑποκείμενον ἕξιν εἶναι, ἀφ' ἡς οἱ μετασχόντες πεζοὶ λέγονται. πῶς οὖνεἴρηται καὶ τούνομα καὶ τὸν λόγον τῆς διαφόρὰς κατηγορεῖσθαι τοῦ ὑποκειμένου.ὥστε οὐδὲ συνωνύμως ἂν ῥηθείη ἡ διαφορὰ κατὰ τῶν ὑποκειμένων. εἰ δὲ μὴ τοῦτο.οὐδὲ καθ' ὑποκειμένου λέγονται. εἴπερ τὰ καθ' ὑποκειμένου συνωνύμως τῶν καθ-αὐτὰ ἀτόμων κατηγορεῖται. Πρὸς δητοῦτο τὸ ἀπόρημα, οἱ συμπληρωτικὴν μὲντιθέντες διαφορᾶν κατ' αὐτὸ τὸ εἶναι, λόγω δὲ καὶ ὀνόματι μὴ ἀληθευομένην λέ-γόντες, ἢ συμπληρωτικὴν μὲν τοῦ κατὰ τὸ ὑποκείμενον λόγου, οὐ μὴν τοῦ ὁριστικοῦ,οὗτοι οὐ συμφωνοῦσι πρὸς ἀριστοτέλην. περὶ γὰρ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα. καὶτὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν καὶ τῶν γενῶν καὶ τῶν εἰδῶν οὕτως εἴρηκεέ.διαμαρτάνουσι δὲ καὶ τῆς περὶ τῶν διαφορῶν ἀρίστης αἱρέσεως, τὸ οὐσιῶδες αὐτῶν μὴἐννοῦντες. ἀτόπως δὲ καὶ διαιροῦσι χωρίς, τὸν κατὰ τὸ ὑποκείμενον εἴδος λόγον, καὶ τὴν ὁρι-στικὸν. εἰ γὰρ ὁ ὁριστικὸς λόγος, τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστι τὸ εἶδος, οὐκ ἄλλος μὲνἔσται ὁ κατὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον. αἰτίον δὲ τῆς ταραχῆς,ὅτι ποτε μὲν ὡς συμπληρωτικὰς λαμβάνουσι τὰς διαφορὰς τῆς οὐσίας, καὶ ὡς μέρητοῦ εἴδους. ὅταν δὲ τὸν λόγον τὸν ὁριστικὸν ποιῶνται, οὐχ ὡς συμπληρωτικὰς ἔτι τὰςδιαφορὰς λαμβάνουσιν, ἀλλ' ὡς κατὰ ποιότητα θεωρουμένας. καὶ τὸν λόγον, οὐπᾶσιν ἐφαρμόζειν τοῖς ὑποκειμένοις τὸν τῶν ἕξεων. εἰ δὲ ὥσπερ ἦν προσῆκὸν ἐλάμ-βάνον ἐπ' ἀμφοτέρων τούτων τὰς διαφορὰς, ὡς συμπλήρωτικὰς, πάντως ἄν καὶ τὸὄνομα καὶ ὁ ὁριστικὸς λόγος, κατηγοροῖτο κατάτων ὑποκειμένων. ταῦτα μὲν οὖν ὁἰάμ-βλιχος τὴν ἀπορίαν διαλύων, φησί. μήποτε δὲ ἔτι μένει τὸ ἁπορον. οὐ γάρ ἐστιν,οὔτε λέγεσθαι δύναται τὸ ὑποκείμενον τῶ τοῦ συμπληροῦντος ὀνοματι. οὐδὲ ὁ τῆςποιότητος λόγος δύναται τῶ κατ' αὐτὴν ποιῶ ἐφαρμόττειν. ἀλλ' εἰ μὲν ποιότὴς ἦν ἁπλῶςἡ διαφορὰ, καλῶς ἐλέγετο. εἰ δὲ ὀψώδης ποιοτὴς, καὶ οὔτε ἐν ὑποκειμένω, οὔτε μέ-ρος οὐσίας τῆς συνθέτου ἡ τῆς ὑλικῆς, ἀλλὰ τοῦ εἴδους συμπληρωτικὴ κατὰ τὸ εἶναιδηλονότι. καὶ ἔστι τὸ εἴδος, καθ' αὐτὴν καὶ λέγεται. καὶ οὐ δεῖ τὸν τῆς ποιότητος ἢ τῆςἕξεως ὁρισμὸν ὡς διαφοοὰς λαμβάνειν. οὐ γὰρ ἦντοῦτο ἡ διαφορὰ τὸ ὡς συμβεβηκὸςὑπάρχον, ἀλλὰ τὸ οὐσιῶδες καὶ τῆς οὐσίας συμπληρωτικὸν. καθὸ καὶ ἔστι καὶ λέ-γεται τὸ εἶδος. καὶ τοῦτο καὶ αὐτὸς προίῶν ὁ ἰάμβλιχος ἐγκρίνει. ὥστε εἰκότως συνάγεται τὸ μὴ μόνον τὴν δευτέραν οὐσίαν συνωνύμως κατὰ τῶν ὑποκειμένων κατη-γορεῖσθαι, ἀλλὰ καὶ τὴν διαφοραν. ίουν. ἄρα τὸ συνωνύμως κατηγορεῖσθαι ταῖςδευτέραις οὐσίαις ὑπάρχει μόνον καὶ ταῖς διαφοραῖς, ἢ καὶ ταῖς ἄλλαις πάσαις κατη-γορίαις. καὶ γὰρ ἐν ἐκείναις, ταγένη καὶ τὰ εἴδη πάντων τῶν κατ' αὐτὰς ἀτόμων συμβέ-βηκότων, συνωνύμως κατηγορηθήσεται. καὶ γὰρ ἐπιστήμη κατὰ γραμματικῆς, συνωνύμωςλέγεται. καὶ ἡ γραμματικὴ, κατὰ τῆς ἀριστάρχου γραμματικῆς. Πρὸς δὲ τοῦτο ῥητέον, ὅτικοινον μὲν τοῦτο καὶ πρὸς τὰ τῶν ἄλλων κατηγοριῶν γένη καὶ εἴδη. ἰδιον δὲ, τῶν ἐν οὐσία
Einzelbild herunterladen
verfügbare Breiten