Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

γενῶν καὶ εἰδῶν, τὸ τῶν ἀτόμων οὐσιῶν, γένη εἶναι καὶ εἴδη καὶ κατὰ τούτων συνωνύμωςκατηγορεῖσθαι. καὶ οὐδὲν κοινὸν τὸ τῆς οὐσίας συνώνυμον, πρὸς τὸ τῶν συμβεβηκό-των. μήποτε δὲ οὐσίας μὲν ἰδιον, τὸ συνωνύμως κατηγορεῖσθαι. καὶ τὸ γένος καὶ τὸ εἴδοςταύτη πρώτη ὑπάρχει. μεταδίδοται δὲ ἀπ' αὐτῆς καὶ ταῖς ἄλλαις κατηγορίαις,καθόσον οὐσίων ταίπως καὶ ἐκεῖναι. διὸ καὶ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἴδη οὐσιωδῶςτοῖς ἀτόμοις ὑπάρχειν λέγομεν, καὶ ἐν τῶ εἶναι κατηγορεῖσθαι. οἷον, τὸ χρῶμα καὶ τὸλευκὸν. καὶ τῶ δέ τινι τῶ λευκῶ. ὡς γὰρ ταῖς οὐσίαις τινὰ κατὰ συμβεβηκὸς ὑπάρχει,οὕτως καὶ τοῖς συμβεβηκόσιν οὐσιῶν οὐσιωδῶς. ἀλλὰ διὰ τί φασι τὰ μὴ ἰδια τῆς οὐσίαςὡς χρήσιμα εἰς τὴν γνῶσιν τῆς οὐσίας παραλαμβάνει. ὥσπερ τὸ οὐκ ἐν ὑποκειμένω. ἢπρὸς γνῶσιν τῆς οὐσίας συντελεῖ, τὸ γνῶναι, ὅτι κᾶν ὑπάρχει τῆ οὐσία τὸ μὴ ἐν ὑποἡκειμένω, ἀλλ' οὐκ αὐτῆ μόνη ὑπάρχει τοῦτο, κανδοκῆ μάλιστα αὐτῆ προσῆκὸν. Πᾶσαζῶον εἰπὼν, ἐπὶ πλέον περιλαμβά-δὲ οὐσία δοκεῖ, τόδέ τι σημαίνειν. ἕως τοῦ, ὁνει, ἢ ὁ τὸν ἄνθρωπον. Δείξας πρότερον, ὅτι οὔτε τὸ μὴ ἐν ὑποκειμένω μέρος ἰδιονἐστι τῆς οὐσίας, ἀλλὰ κοινὸν τοῦτο αὐτῆ πρὸς τὴν διαφοράν ἐστιν, οὔτε τὸ συνωνύ-μως ἀπ' αὐτῆς τὰ ἄλλα λέγεσθαι. τῆ γὰρ ἀτόμω οὐσία τοῦτο οὐχ ὑπάρχει, μετα-βέβηκεν ἐπὶ τὴν ἀπὸ τῆς δείξεως διάκρισιν. οἰκεῖαι γάρεισι δείξεις, ἔντισι τῶν κατη-γοριῶν. ὥσπερ κατὰ τὸ ποιὸν τὸ τοιόνδε. καὶ κατὰ τὸ ποσὸν, τὸ τόσόνδε. οὕτως δὲκαὶ κατὰ τὴν οὐσίαν τὸ τόδε. πλὴν καὶ τοῦτο δείκνυσιν οὐ πάση τῆ οὐσία ὑπάρχον.ἡ γὰρ δευτέρα οὐσία, οὐχ ὡς τόδε, ἀλλ' ὡς τοιόνδε δείκνυται. διότι περὶ οὐσίαν τὸποιὸν ἀφορίζει. οὐ μέντοι ὡρισμένως τὸ τόδε αὐτῆ προσήκει. οὐδὲν ἀρα τούτωνἰδιον κυρίως τῆς οὐσίας ἐστι. καλῶς δὲ εἴπεν ὅτι πᾶσα οὐσία δοκεῖ τόδέ τι σημαί-νειν. διό τι τὴν ἑτέρων δόξαν ἀπαγγέλλει. καὶ τὴν ἀνωμαλίαν τῆς συνηθείας. ἥτις τὰἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἶωθε πολλάκις σημαίνειν. καὶ γὰρ ἐνταῦθα, πιθανὴν φαντασίαν ἐμποιεῖ. ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῶ σωκράτει,καὶ εἷς ἀριθμῶ. ἐπειδὴ, εἴδει ἐστὶν εἷς. ἐξετάζων δὲ τὴν δόξαν ταύτην, ἐπι μὲν τῶνπρώτων οὐσιῶν, ὁμολογουμένην αὐτὴν εὑρίσκει. τόδε γάρτι ἐστὶν ἡ ἄτομος οὐσία. οὐχὅτι δὲ ἁπλῶς οὕτως ἐνἀριθμω. ἐπεὶ καὶ τὸ ποιὸν ἐν αν γένοιτο τῶ ἀριθμῶ. καὶτὰ ἄλλα τὰ ὑπὸ τὰς ἐννεα κατηγορίας, ὅσα καθ' ἓν ἀφώρισται. οὐδαμῶς δὲ ταῦταδέχεται τὲιὑτόδε δεῖξιν κατὰ τὴν οἰκείαν ἰδιότητα, ἀλλὰ τὸ οὐσιῶδες ἓν ἀριθμῶμονον, καὶ γὰρ ἐκείνων ἕκαστον, εἴτις τὸ τόδε λέγοι, οὐ τὴν ἰδίαν τῆς ποιότητος δεῖ-ξιν ποιούμενος. ἐκείνη γὰρ τὸ τοιόνδε ἀπήτει, ἀλλὰ τὸ κοινὸν τῆς καὶ ὡς καθ' ἑαυτὸ ὑποστάσεως, ὅπᾶσιν ἀπὸ τῆς οὐσίας ἐν διδοται. ἐπὶ μέντοι τῶν δευτέρων οὐσιῶν τὸ μὲνσχῆμα τῆς λέξεως, ὁμοίως δοκεῖ τόδέ τι σημαίνειν, ἐπὶ ἀνθρώπου καὶ σωκράτους. οὐμὴν ἀληθές γε, ἀλλὰ μᾶλον ποιόν. διότι πολλῶν ὄντων τῶν καθ' ἕκαστα τὴν ὁμοιότητα αὐ-τῶν, τὸ γένος καὶ τὸ εἶδος παρίστησι. προσθεὶς δὲ δύο, τό τε μὴ ἀληθὲς εἶναι τὸ, ὁμοίως τῆἀτόμω οὐσία, τὸ γένος καὶ τὸ εἴδος, τόδέ τι σημαίνειν. καὶ ἔτι τὸ τὸ μᾶλλον ποιοντι σημαί-νεἶν. τὸ μὲν πρῶτον κατασκευάζει, διὰ τοῦ, οὐ γὰρ ἐν σημαινει τὸ ὑποκείμενον.