Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

βαίνει μὴ πάντα ἐν τῶ εἶναι ὑπάρχειν, ἐπὶ τῶν γινομένων. μὴ δὲ ἡμᾶς τὰ ὑπάρ-χοντα αὐτοῖς λαμβάνοντας, δύνασθαι ἀεὶ τακατ' οὐσίαν ὑπάρχοντα αὐτοῖς περιλαμβάνειν. Αλλὰδια τί ἀπὸ τῶν μὴ ἰδιων τῆς οὐσίας χαρακτηρίζει αὐτὴν. Προς τογνῶναι φησομεν τὰ μὴ ὄντα οὐσίας. ἐκεῖνο γὰρ οὐκ ἔσται οὐσία, ὧ ἄν μὴ ὑπάρχει τὸμὴ εἶναι ἐν ὑποκειμένω. πρὸς τὸ εἰδέναι οὖν τὰς μὴ οὐσίας, χρήσιμον τοῦτο. οὐκ εὐθὺςδὲ εἰσόμεθα καὶ τίοὐσία. ἀλλὰ δευτέρας δεόμεθα διδασκαλίας. μήποτε δὲ καὶ αὐτό-θεν τῆς οὐσίας ἰδιον τοῦτο τὸ μὴ ἐν ὑποκειμένω εἶναι, ἀλλὰ καθ' ἑαυτὸ εἶναι. κᾶνγὰρ κοινὸν ἡ αὐτῆ τοῦτο πρὸς τὴν διαφοραν, ἀλλὰ καὶ ἡ διαφορὰ καθ ὸ οὐσιώδηςἐστὶν, ἔχει καὶ τοῦτο. διὸ καὶ ἀρχύτας ἐν μὲν τοῖς κοινοῖς τίθησι τὸ καθ' ἑαυ τὸ ἡμεν,ἀλλὰ μὴ ἑτερω τινὶ συνυπάρχειν. ὥσπερ γλαυκότητα καὶ χαροπότητα ὀφθαλ-μοῖς. οἰκεῖον δὲ αὐτὸ καλεῖ τῆς οὐσίας. ὅτι καὶ τῆ διαφορᾶ ὡς οὐσία ὑπάρχει τοῦτο.ἐπειδὴ λοιπὸν καιρός ἐστι τὴν κοινότητα διατεῖναι τῆς οὐσίας καὶ ἐπὶ τὰς διαφο-ρὰς, λέγω δὲ τὸ μὴ ἐν ὑποκειμένω εἶναι, δεῖ πρῶτον διορίσαι τὸ περὶ τῆς τάξεως ζήτημα. λέγουσι γάρτινες, ὡς ἔδει τοῦ περὶ τῶν διαφορῶν λόγου προτετάχθαι, τὸ περὶἢ τῶν μερῶν τῶν οὐσιῶν εἰρημένον. Πήταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν, ὡς ἐνὑποκει μένοις ὄντα τοῖς ὅλοις. ὡς γὰρ ὁσωκράτης πρώτη οὐσία, καὶ τὰ μέρη τοῦσωκράτους πρῶται οὐσίαι εἰσὶν. οἷον, ἡτίς χείρ. ἡτίς κεφαλή. Οταν οὖν λέγωμενμηδεμίαν οὐσίαν εἶναι ἐν ὑποκειμένω, μὴ δόξη ταῦτα ἐν ὑποκειμένω εἶναι, καὶ διὰτοῦτο μὴ εἶναι οὐσίας. ἐν ὑποκειμένω γὰρ ἐλέγομεν, οὐ τὰ ὡς μέρη ἔν τινι ὑπάρχοντα, ἀλλὰ τὰ μὴ ὡς μέρη. ὥστε τὰ μέρη τῶν οὐσιῶν, ἐν ὅλω μέν ἐστιν ἕκαστον ἐκείνω, οὐ μέρος ἐστὶν. ἐν ὑποκειμένω δὲ οὐδενί ἐστι. ταῦτα οὖν ἔδει προτετάχθαι ὡς δοκεῖ τισι, λύσιν ἔχοντα ἀπορίας τινὸς περὶ οὐσιῶν φερομένης. εἶτα οὕτως ἐπῆχθαι. ὅτι οὐ μό-νον ταῖς οὐσίαις ὑπάρχει τὸ μὴ ἐν ὑτ'κειμένω εἶναι, ἀλλὰ καὶ ἄλλοις ὥσπερ ταῖςδιαφοραῖς. τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος, κατὰ τοῦ ἀτόμου κατηγορεῖται. τὸ δὲ γένος, κατὰ τοῦ εἴδους. καὶ τοῦ, οὐ μὴν συναρέσκει τοῖς ἀκριβεστέροις ἡ τοιαύτη τῆς τάξεωςμετάθεσις. ἀλλὰ τὴν ἀριστοτέλους μᾶλλον ἐγκρίνουσιν. ἐπειδὴ γὰρ καὶ αἱ δεύτεραιοὐσίαι καὶ αἱ διαφοραὶ δοκοῦσιν ὡς μέρη συμπληροῦν τὰς ἀτόμους οὐσίας, ἔδειμετὰ τὰς δεύτέρας οὐσίας περὶ τῶν διαφορῶν εἰπεῖν. καὶ τό τε οὕτως, τὸ κοινῶςἐφαρμόττον, καὶ δεύτέραις οὐσίαις καὶ ταῖς διαφοραῖς. λέγω δὲ τὸ μέρεσιν εἶναι τῆςοὐσίας, τοῦτο ἀσφαλίσασθαι. ὡς τὸ, μέρη ὄντα αὐτὰ τῶν οὐσιῶν, μὴ νομίσαι ἐνὑποκειμένοις τοῖς ὅλοις. ἀκολουθοτερα γὰρ αὕτη ἡ τάξις, ἤπερμεταξύτ περὶ τῶνδευτέρων οὐσιῶν λόγου, καὶ τοῦ περὶ τῶν διαφορῶν ἐμβαλόντα τὸν περὶ τῶν μερῶνλόγον, διακόψαι τὴν συνέχειαν. ἡ μὲν οὖν τάξις, οὕτως ἔχει καλῶς. ἐπειδὴ δὲ τῆ οὐ-σία ὑπάρχειν εἰπὼν τὸ μὴ ἐν ὑποκειμένω εἶναι, κοινὸν αὐτὸ πρὸς τὰς διαφορὰςεὑρίσκει. καὶ διὰ τοῦτο ἀξιοῖμὴ εἶναι ἰδιον τῆς οὐσίας. ῥητέον οὖν πρῶτον περὶ διαφο-ρὰς, τί ἐστι. καὶ γάρτισι δοκεῖ διαφορα εἶναι, τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος.καὶ δῆλον ὅτι ὡς πρὸς τὸ γένος αὐτῆς, οὕτως ἡ διάκρισις ἀποδέδοται. ὁ μέντοι βοηθὸς,Ε γ