αὐτόθεν γὰρ ὡμολόγη τὸ οὐκ ἐν ὑποκειμένω εἶναι, διά τε τῆς ἐν ἀρχῆ τετραχῆ γενομένηςδιαιρέσεως. καὶ ὅτε τί ἐστιν ἡ κυριωτάτη οὐσία ἐδίδασκε. περι μέντοι τῆς δευτέραςοὐσίας, καθ' ὑποκειμένου μὲν λεγομένης, οὐκ ἐν ὑποκειμένω δὲ οὔσης, ἀποδείκνυσι-τῶν δὲ ἀποδείξεων, ἡ μέν ἐστιν ἀπὸ τῆς διαιρέσεως. αἱ γὰρ δεύτεραι οὐσίαι εἰσὶν, αἱκαθ' ὑποκειμένων μὲν τῶν ἀτόμων λεγόμεναι. ἐν ὑποκειμένω δὲ αὐταῖς οὐκ οὖσαι.δευτέρα δὲ ἀπόδειξις, ἀπὸ τοῦ μὴ οοτε τὸν τινὰ ἄνθρωπον ἄνευ τοῦ ἀνθρώπου εἶναι. εἰ δὲτοῦτο οὐκ ἐν ὑποκειμένω, ὁ ἄνος ἔσται τῶ τινὶ ἀνθρώπω. οὐδὲ ἄλλη δεύτερα οὐσία οὐδεμία. οὐ γὰρ συντελεῖ τὶ τὰ ἐν ὑποκει μένω, εἰς τὴν τῶν ὑποκειμένων οὐσίαν. ὁ μέντοι τίςἄνος, καὶ ἄνος ἐστιν, ὡς ὑπὸ τοῦ ἀνθρώπου συμπληρούμενος. εἰ δὲ μὴ ἐν τῆ πρώτη οὐσία ὡς ἐν ὑποκειμένω εἰσὶν αἱ ἄλλαι οὐσίαι, οὐδὲ ἐν ἄλλω τινὶ ἔσονται ὡς ἐν ὑποκειμένω.πάντα γὰρ τὰ ἄλλα ἢ ἐν ὑποκειμέναις ἐστὶ ταῖς πρώταις οὐσίαις, ἢ καθ' ὑποκειμένων αὐ-τῶν λέγεται. ἔτι δὲ τὰ μὲν ἐν ὑποκειμένω ὄντα, φθείρεσθαι δύναται σωζομένου τοῦ ὑπο-κειμένου, ὥσπερ τὸ λευκόν. τὰ δὲ εἴδη καὶ τὰ γένη, οὐδύναται φθαρῆναἱ σωζομένωντῶν ἀτόμων, καθ' ὧν λέγονται. καὶ τοῦ ὑποκειμένου δὲ φθάρέντος, τοποκειμένω, οἶ-χεται. τὸ δὲ καθόλου, σώζεται, ἄλλοτε ἀλλοίων τῶν ἀτόμων γινομένων. ἔτι δὲ τὰ εἴδη καὶ τὰ γέ-νη, ἐν τοῖς ἰδίοις ἀτόμοις ἔσται ἐν ὑποκειμένοις, ἢ ἐν ἄλλοις. ἀλλ' οὔτε ἐν τοῖς ἰδιοις δυνατὸν. καὶ γὰρ καὶ τὰ ἐν ὑποκειμένω ὄντα ἐν τοῖς ἰδιοις ἀτόμοις, οὐκ ἔστιν ὡς ἐν ὑποκειμέ-νοις, ἀλλ' ὡς καθ' ὑποκειμένων αὐτῶν λέγεται. οὐ μὴν οὐδὲ ἐν ὑπάρχουσιν ἄλλω. οὐδὲν γάρ ἐστινὑποκείμενον ἄνευ τῶν ἀτόμων οὐσιῶν. ἔτι δὲ καὶ οὕτως ὁ ἀριστοτέλης συλλογίζεται. τὰ ἐν ὑποὸκειμένω ὄντα, ὁμωνύμως κατηγορεῖται. οὐδεμία δὲ τῶν δευτέρων οὐσιῶν ὁμωνύ-μως κατηγορεῖται, ἀλλὰ συνωνύμως. οὐδε μία ἄρα τῶν δευτέρων οὐσιῶν ἐν ὑποκειμένωἔσται. ἀλλὰ μὴν οὐδὲ ἡ πρώτη. οὐδεμία ἄρα οὐσία ἐν ὑποκειμένω. καὶ κατὰ τὴν ἀρχύτειον δὲτῶν οὐσιῶν διαίρεσιν τὴν εἰς ὕλην καὶ εἶδος καὶ σύνθετον, τὸ αὐτὸ δείκνυσιν ὁ λόγος. ὅτι οὐδεμίαοὐσία ἐν ὑποκει μένω. ἡ μὲν γὰρ ὕλη ὑποκείμενον οὖσα πᾶσι, καὶ πρῶτον ὑποκείμενον, πρόδηλον ὡς οὐκ ἔστι τῶν ἐν ὑποκειμένω. ἀλλ' οὐδὲ τὸ εἴδος ἐστὶν ἐντη ὕλη, ὡς ἐν ὑποκειμένω.μεθ' οὐ γὰρ συναπαρτίζει ἕντικατ ίσην συντέλειαν, οὐκ ἔστι θάτερον ἐνθατέρω. ὥστεοὐ δ' ἄν αὐτὸ εἴη ἐν ὑποκειμένω. ἡ δὲ σύνθετος οὐσία, περιέχουσα ἐν ἑαυτῆ τὸεἶδος καὶ τὴνὕλην, εἰκότως οὐκ ἂν εἴη ἐν ὑποκειμένω. ἀλλὰ τὸ μὴ ἐν ὑποκειμένω, ἀποφατικὸν.ἀποφατικῶς δὲ φασὶν, οὐδὲν οἷοντε τῆ διανοία περιλαμβάνειν. ἀόριστος γὰρ ἡ ἀπόφασις. καὶ ὡρισμένην γνῶσιν τῶ ἀορίστω συναρμόζειν ἀδύνατον. ἢ τὸ δηλούμενον ἀπὸ τῆςἀποφατικῆς ταύτης φωνῆς, ὡρισμένόνπως ἐστὶ καὶ καταφατικὸν. οὐδὲν γὰρ ἄλλολέ-γει τὸ μὴ ἐν ὑποκειμένω, ἢ ὅτι αὐτὸ ὅπέρ ἐστιν, ἑαυτοῦ ἐστιν. ἢ μέρος ἐστὶ συμπληρωτι-κὸν τν τοιούτου. καὶ ὅτι ὑποκείμενον ἐστὶ. καὶ γὰρ καὶ τοῦτο κοινὸν ὑπάρχει κατὰ πάσης οὐσίας.ἀλλὰ ἄλλως μὲν ἡὕλη τῶ εἴδει ὑπόκειται, ἄλλως δὲ τὸ συναμφότερον ταῖς ἀπ' αὐτοῦγινομέναις ἐνεργείαις. ἐτι δὲ εἰ οὐσία ἐστὶ κυρίως, ἀφ' ῆς τὰ ἄλλα, καὶ δι' ἣν τὰ ἄλλα,καὶ περὶ ἣν τὸ πάσχειν, καὶ ἀφ' ἡςτὸ ποιεῖν, τῆ δὲ τοιαύτη ὑπάρχει τὸ μὴ ἐν ὑπο-κειμένω, εἰκότως ἡ οὐσία λέγεται μὴ εἶναι ἐν ὑποκειμένω. καθ' αὐτὴν γὰρ οὖσα,Εβ
Einzelbild herunterladen
verfügbare Breiten