ντο λέγεται. καθ' ὑποκειμένου δὲ αὐτῆς, αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ αὐταῖςταῖς οὐσίαις ὑποκειμένη, αὕτη προηγουμένως ἄνειη καὶ κυρίως οὐσία. εἴπερ ταύ-της μὴ οὔσης, οὐδεμία τῶν ἄλλων εἶναι δύναται. διελὼν νῦν τὰς οὐσίας, καθόσον αἱ μὲν,πρῶται. αἱ δὲ, δεύτεραι λέγονται, πρώτας μὲν τὰς ἀτόμους οὐσίας ἔθετο. δευτέρας δὲ,τὰς κοινας καὶ ἁπλᾶς. διό τι πρώτοις τοῖς συνθέτοις καὶ ἀτόμοις, ἔπειτα τοῖς ἁπλοῖς κοι-νοῖς ἐπιβάλλομεν. καὶ ὅτι ἐν τῆ ἀτόμω καὶ τὴν κοινην ἔχειν τοειναίφη. πρώτως μὲν οὖν οὐσίαδιατοῦτο ἡ ἀτομὸς λέγεται. κυριώτατα δὲ, ὅτι καθ' αὐτὴν αὐτή ἐστιν ἡ οὐσία. αἱ δὲ ἄλλαι,καθ' ὑποκειμένης αὐτῆς λέγονται. μάλιστα δέ ἐστιν αὕτη οὐσία, ὅτι κατὰ τοῦ ὑποκεῖσθαι ἡ οὐσίαχαρα κτηρίζεται. αὕτη δὲ ὑπόκειται τοῖς μὲν, ὡς καθ' ὑποκει μέν το αὐτῆς λεγομένοις τοῖςεἶδεσι καὶ γένεσι. τοῖς δὲ, ὡς ἐν ὑποκειμένω αὐτῆ οὖσι τοῖς συμβεβηκόσι. καὶ ἄλλως δὲ ἂν τὸκυριώτατα καὶ πρώτως καὶ μάλιστα τῆ ἀτόμω καὶ συνθέτω οὐσία ἐφαρμόττειν λέγοις. τὰγὰρ τοῦ αὐτοῦ ὀνόματος μετέχοντα, ἢ ὁμωνύμως μετέχει, ἢ συνωνύμως. ἢ κατὰ μετφο-ράν. εἰ οὖν ὁμωνύμως λέγοιντο οὐσίαι, ἥτε νοητη καὶ ἡ αἰσθητη, πρώτως αὕτη οὐσία ὡςπρὸς ἡμᾶς λέγεται. εἶτε κατὰ μεταφορὰν ἡ νοητη ἀπὸ τῆς αἰσθητῆς, ὡς ἀπὸ τῶν τοῦ ζώουποδῶν οἱ τοῦ ὅρους λέγονται, κυρίως μὲν ἔσται οὐσία ἡ αἰσθητη. κατὰ μεταφορανδὲ, ἡ νοητή.εἴτε συνωνύμως οὐσίαι λέγονται τό, τε εἶδος καὶ τὸ γένος καὶ τὸἀτομὸν, μάλιστα οὐσία ἡἄτομος, τῶ καθ' αὐτὸ εἶναι καὶ τῶ ὑποκεῖσθαι μάλιστα πιαδεικνύουσα. ἀλλ' ἐπεὶ καὶπρος τὰ περὶ τῆς πρώτης οὐσίας εἰρημένα πολλά ἐστι τὰ ἀπορούμενα, ἰδὼμεν πά-λιν τίνα ταῦτά ἐστι. καὶ τίνες αἱ προσφόρως αὐταῖς ἐπαγόμεναι λύσεις. οὐ διδάσκει διὰτούτων φασὶ τί ἐστιν οὐσία, ἀλλὰ τί οὐκ ἔστιν. ὡς εἴτις τὴν ἄνον ἀποδίδους, μήτε ἵππονεἶπη, μὴ τε κύνα. ἀλλ' ἰστέον, ὅτι πρῶτον μὲν οὐκ ἔστιν ὅρος τὸ τοοῦτον, ἀλλ' ὑπογραφή.ἔπειτα καὶ ὅροι τινὲς διὰποφάσεως ἀποδιδονται. ἀλλ' οὐ καλῶς τὸ παράδειγμα ἐπήγαγενὁ ἀπορῶν λόγος. εἰ μὲν γὰρ τρία ταῦτα μόνα ἦνείδη, ἵππος. καὶ κύων. καὶ ἄνος, ἀληθὲς ἦνεἰπεῖν ὅτι, ὁ μή ἐστι κύων, μὴ δὲ ἵππος, τοῦτο ἄνος ἐστι. καὶ ἐγνως μένων τῶν δύο, ἐγινωσκετο καὶ τὸ τρίτον. ὥστε ἐπειδὴ τρία ταῦτα ἐστι, τὸ ἀγαθὸν, καὶ τὸ κακὸν, καὶ τὸ ἀδιάφορον,ἀληθὲς τὸ ἀδιάφορον σημαίνοντα εἰπεῖν. ὁ μήτε ἀγαθὸν, μητε κακόν ἐστι. καὶ ἐγνως μένωντῶν δύο, γινώσκεται καὶ τὸ ἀδιάφορον. καὶ ἐνταῦθα οὖν τριῶν τούτων ταῦτα περιειληφότων,τοῦ, τὲ ἐν ὑποκειμένω, καὶ τοῦ καθ' ὑποκειμένου, καὶ τοῦ μηδέτερα ἔχοντος, διὰ τοῦτο προεδιδαξε περὶ τοῦ ἐν ὑποκειμένω καὶ καθ' ὑποκειμένου, ἵνα διὰ τῆς ἀποφάσεως αὐ-τῶν, τὴν κυριωτάτην οὐσίαν σημάνη. καὶ οὐδὲ ἠρκέσθη μόνη τῆ ἀποφάσει, ἀλλὰ καὶπαράδειγμα προσεθηκεν. ὥσπερεἴ τις λέγων τὸν ἀνθρωπον, μήτε ἵππον μὴ τεβοῦνεἶναι, προσθείη ἐφεξῆς, οἷον σωκράτην. Αλλὰ διὰ τίφασιν ἐν ταῦθα μὲν πρώτηνοὐσίαν τὴν αἰσθητὴν λέγει, ἀλλαχοῦ δὲ δευτεράν, ὡς μετὰ τὴν ἀσώματον τεταγμένην. Ηὅτι οὐ πρόσκειται αὐτῶ περὶ τῶν νοητῶν οὐσιῶν νῦν εἰπεῖν, ἀλλὰ τῶν αἰσθητῶντὴν φύσιν καὶ τάξιν παραδοῦναι. ὅπερ καὶ διὰ τοῦ λεγομένη ἐνεδείξατο. οὐ γὰργεται ἐντη συνηθεία. οὐδὲ ἔγνωσται τοῖς πολλοῖς ἐκείνη, ἀλλ' αὐτη μᾶλλον ἡ αἰσθητη.ὁ μέντοι ἀλέξανδρος, καὶ τὸ νοητὸν καὶ χωριστὸν εἶδος, ἀτομὸν οὐσίαν λέγεσθαι φησι.
Einzelbild herunterladen
verfügbare Breiten