Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ ἴσως οἰκεῖον τοῦτο τῶ περιπάτω. εἴπερ τὰ κοιν, οὐδέ ἐστιν ὅλως καθ' ἑαυτὰ ἐν ὑπο-στάσει, ἀλλ' ἐν τοῖς ἀτόμοις ἔχει τὸ εἶναι. εἰ οὖν τὰ χωριστὰ εἴδη πάντων μάλιστά ἐστινἐν ὑποστάσει, ἄτομαἂν εἴη καὶ οὐκοίνα. ὁ μέντοι ἰάμβλιχος ἐπισκήπτει τῶ ἀλεξάν-δρω, ὡς ἀγνοοῦντι πῶς λέγεται ἐν ταῦθαατομος οὐσία. δῆλον γὰρ ὅτι οὕτως φησὶν, ὡςἀδιαίρετος εἰς ἄλλα εἴδη. εἴποι δ' ἂν οἶμαι ἀλέξανδρος, ὅτι καὶ ἡ χωριστὴ καὶ ἡ νοητὴ οὐσίαεἴπερ μή ἐστι κοινή, ἀδιαίρετός ἐστιν εἰς ἄλλα εἴδη. περι δὲ τὸ αὐτὸ ζήτημα καὶ ἐκεῖνοςστρέφεται. Αια τί ἐν μὲν τοῖς φυσικοῖς τὰ κοινὰ προτάττει, ἐν ταῦθα δὲ τὰ καθ' ἕκαστα.Ηὅτι διχῶς λέγεται τὸ πρότερον καὶ τὸ δεύτερον, ἤτοι τῆ φύσει, ἢ ὡς πρὸς ἡμᾶς καὶ τοῦμηδέ τερα ἔχοντος. διὰ τοῦτο προεδίδαξε περὶ τῶν ὑποκειμένων. καὶ καθ' ὑποκειμένουμὲν γὰρ, τὰ καθ' ἕκαστον πρότερα. πρώτοις γὰρ τούτοις προσβάλλομεν. τῆ φύσει δὲ τὰκοινὰ πρότερα. ὑπὸ γὰρ τὰ καθόλει τέτακται τὰ καθ' ἕκαστα. ὥστε εἰ μὲν ἀπὸ τῆς φύσεως ἄρχοι τότις, τὰ ἁπλᾶ, τὰ αἰτια, τὰ καθόλου, τὰ αὔλα, τὰ ἀμέριστα, καὶ τὰτοιαῦτα, προτάξει. ἐπειδὴ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως ἡ τάξις εἴληπταινῦν, ὡςπρὸς ἡμαςτὸ πρῶτον ληφθήσεται. Ο μέντοι ἀλέξανδρος ἐνταῦθα καὶ τῆ φύσειυστερατὰ καθόλεο τῶν καθ' ἕκαστα εἶναι φιλονεικεῖ. ἀπόδειξιν μὲν οὐδεμίαν κομίζων σχεδόν.τὸ δὲ ἐν ἀρχῆ λαμβάνων, ὅταν λέγη τὸ εἶναι καὶ τὴν οὐσίαν, τὰ κοινὰ παρὰ τῶν καθ' ἕκασταλαμβάνειν, μηδεμίαν τούτου προστίθεὶς ἀπόδειξιν. καὶ αἱ ἀποδείξεις σαθραὶ. κοινοῦ γὰρὄντος φησὶν, ἀνάγκη καὶ τὸ ἄτομον εἶναι. ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα περιέχεται. ἀτόμουδὲὄντος, οὐ πάντως τὸ κοινόν. εἴγε τὸ κοινὸν ἐπὶ πολλοῖς. εἰπόντες γὰρ ὅτι καὶ πᾶν ἄτομον,ὑπὸ τοῦ κοίνου συμπληροῦται. ὁ γὰρ τίς ἄνος, καὶ ἄνος φησὶν ἀριστοτέλης. ὥστὲ καὶ ἐκεῖνοψευδῶς ἔλαβεν εἰς δεῖξιν, τοῦ πρῶτα εἶναι τῆ φύσει τὰ ἄτομα. ὅτι τοῦ κοινου ἀναι-ρουμένου, οὐ πάντως ἀναιρεῖται τὸ ἄτομον. εἰ γὰρ καὶ τὸ κοινὸν ἐν τούτω ἔχει τὴν οὐσίανἐν τῶ διατείνειν ἐφ' ὅλα τὰ ἄτομα καὶ συμπληροῦν αὐτὰ, καὶ τὸ ἄτομον ἐν τῶ συμπλή-ροῦσθαι ὑπὸ τοῦ κοινοῦ, πῶς ἀναιρουμένου τοῦ κοινοῦ, οὐκ εὐθὺς ἀναιρεθήσεται τὸ ἄτομον.μήποτε οὖν τριττὸν ληπτέον τὸ κοινόν. τὸ μὲν, ἐξηρημένον τῶν καθ' ἕκαστα, καὶ αἱτιον τῆς ἐναὐτοῖς κοινότητος, κατὰ τὴν μίαν ἑαυτοῦ φύσιν. ὥσπερ καὶ τῆς διαφορότητος κατὰ τὴν πολὺεὶ ὶειδῆ πρόληψιν. τὸ γὰρ πρῶτον, ζῶον. καὶ αὐτὸ ζῶον. κατὰ μὲν τὴν μίαν τοῦ ζώου φύσιν τὴν πρὸςΑ διἄλληλα κοινότητα, πᾶσι τοῖς ζώοις ἐν δίδωσι καθὸ ζῶα. κατὰ δὲ τὴν τῶν διαφόρων εἰδῶνπρόληψιν, τὰ διάφορα εἴδη τῶν ζώων ὑφίστησι. δεύτερον δέ ἐστι τὸ κοινὸν, τὸ ἀπὸ κοινοῦ αἰτίου τοῖς διαφόροις εἴδεσιν ἐν διδόμενον καὶ ἐν ὑπάρχον αὐτοῖς. ὥσπερ τὸ, ἐνἑκάστω ζώω. τρίτον δὲ, τὸ ἐν ταῖς ἡμετέραις διανοίαις ἐξ ἀφαιρέσεως ὑφιστάμενον, ὑστε-ρογενὲς ὂν, καὶ τὴν τοῦ κοινοῦ μάλιστα καὶ διαφόρου ἔννοιαν ἐπιδεχόμενον. τὸ μὲν γὰρ κοινὸναίτιον, ἐξηρημένον ἐστι τῶν αἰτια τῶν. καὶ ἄλλο πάντη παρ' αὐτὰ. καὶ ὡς αἰτιον κοινὸν, ἀλνοὐχ ὡς κοινη φύσις. ἡ δὲ συμπληρωτικὴ τῶν καθ' ἕκαστα κοινότης, μετὰ τοῦ κοινοῦ καὶ τὸδιάφορον ἔχει. οὐ γάρ ἐστι τὶ μόνως κοινὸν, ἐν τῆ θνητη καὶ τῆ ἀθανάτω οὐσία. ἀλλὰ καὶ τὸ κοινὸν διαφορεῖται. καὶ ἡ διαφορὰ κοινοῦται. μόνον οὖν τοῦτο τὸ ἐξ ἀφαιρέσεως, ὅπερἡμεῖς τὰς διαφορὰς ἀφαιροῦντες ἀπολείπομεν, τὴν τοῦ κοινοῦ ὡς κοινοῦ ἔννοιαν ἔχει.