φωνῆ, συμβήσεται μὴ πᾶσαν ἁπλῆν φωνὴν μίαν μένην δηλοῦν κατηγορίαν. τὸ γὰρ ζῶ-ον ὡς εἶρηται πρότερον καὶ τὸ ἐγὼ προσημαῖνον, οὐσίαν ἅμα καὶ ἐνέργειαν, ἢ πάθος δη-λοῖ. καὶ το ύει δὲ, ἐπειδὴ καὶ ὅτι ὁ ζεὺς σημαίνει, εἴς τε οὐσίαν καὶ εἰς τὸ ποιεῖν ἀναχθήσεται.εἰ δὲ πρὸς τὴν δύναμιν τὸ ἀσυμπλεκτὸν ὑποθώμεθα, τὴν αὐτὴν λέξιν διαφόρους ἔχουσανδυνάμεις, ὑπὸ διαφόρους κατηγορίας ἀνάξομεν. ὡς τὸ αἰκίζομαι, ὑπὸ τὸ ποιεῖν καὶτὸ πάσχειν. καὶ πάντα τὰ μέσα ῥήματα. καὶ τὸ βορέας δέ, τ, τε πνεῦμα δηλοῦν καὶ τὸκλίμα, ὑπὸ τὴν οὐσίαν ἀναχθήσεται καὶ τὸ ποῦ. μήποτε οὖν πρὸς μὲν τὰς δυνάμεις ἀφο-ρᾶν δεῖ τὰς σημαντικὰς. διελόμενον δὲ αὐτὰς, οὕτως ἑκάστην ὑπὸ τὴν οἰκείαν ἀνάγειν κατη-γορίαν. κᾶν ἡ αὐτὴ λέξις ἡ, μὴ διαφερόμενον. καὶ γὰρ καὶ αἱ λέξεις καθὸ σημαντικαί εἰσι, πά-ραλαμβάνονται. εἰ δὲ τὰ ἄνευ συμπλοκῆς ταῦτα ἐστι, δηλονότι, κατὰ συμπλοκήν ἐστι τὰτούτοις ἀντικείμενα. τὰ ἐκδυοῖν ἢ καὶ πλειόνων τελείων κατηγοριῶν συγκείμενα, καὶλόγον ποιοῦντα. ὡς τὸ, ἄνος περιπατεί. οὔτε οὖν τὰ ὁμώνυμα, οὔτε τὰ συνώνυ-μα, οὔτε τὰ παρώνυμα, κᾶν πλειόνων ἐφάπτηται, κατὰ συμπλοκὴν λέγεται. ἀλλ' οὐδὲ τὰὑπο σύνθεσιν γινόμενα, κατὰ συμπλοκὴν ἂν εἴη. ὡς τὸ λιθοβολεῖ. ψευδολογεῖ. βουκό-τρ ταῦτα, ἐκ τελείων συνίσταται κατηγοριῶν. ἀλλ' οὐδὲ τὸ ἐκπλειόνων λέ-λεῖ. οὐξεων, ὅταν ἐν ἧ, καὶ τὸ αὐτὸ σημαινόμενον ὡς ἐπὶ τῶν ὁρισμῶν. τὸ γὰρ ζῶον λογικὸν θνητὸν,λόγος μέν ἐστιν, ἀλλ' οὔτε πλείονα σημαίνων, ἀλλ' ἐν μόνον τὸν ἄνον, οὔτε ἐκ πλειόνωνκατηγοριῶν συγκείμενος. οὐσίαι γὰρ καὶ τὸ γένος, καὶ οὐ σιώδεις διαφοραὶ. δεῖ οὖν καὶ τὸ κατὰ συμ-πλοκὴν τῆ δυνάμει λαμβάνειν, ἀλλὰ μὴ τῆ λέξει. ὥστε ἐνίοτε μὲν ἁπλᾶς φωνὰς κατὰσυμπλοκὴν ῥητέον, ὅταν συμπεπλεγμένον ἡ νόημα ἐν αὐταῖς, ὡς ἐπὶ τοῦ ζῶ, καὶ ύειἐνίοτε δὲ καὶ συνθέτους φωνὰς ἄνευ συμπλοκῆς ῥητέον, ὡς ἐπὶ τῶν ὁρισμῶν εἴρηται.εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ἐπιστῆσαι χρὴ, πῶς ὁ φιλόσοφος συριάνὸς, τὴν εἰς τέσσαραγενομένην πρότερον τῶν ὄντων διαίρεσιν, τῶν κατὰ συμπλοκὴν εἶναίφησιν. ὅταν ἔλεγετὰ μὲν, καθ' ὑποκειμένου λέγεσθαι, ἐν ὑποκειμένω δὲ μηδενὶ εἶναι, καὶ τὰ ἑξῆς. τῶνδὲ εἰς δέκα τῶν ἄνευ συμπλοκῆς γράφει ὁ συριανὸς οὕτως, ἀνελὼν τὰς σημαντικὰς φωνὰς, εἴς τε τὰς μετὰ συμπλοκῆς λεγομένας, καὶ εἰς τὰς ἄνευ συμπλοκῆς, κατ' ἀμφότερατὴν αὶ στὰ τμήματα ταύτης τῆς διαιρέσεως, τὴν τῶν ὄντων τομὴν ἐποιήσατο. τὴν μὲν γρεῖς τές-σαρὰ κατὰ τὰς συμπεπλεγμένας φωνὰς. ἑκάστη γὰρ ἐκείνων κατὰ συμπλοκὴν ἐδηλοῦτοτῶν φωνῶν. τὴν δὲ, εἰς τὸν σύμπαντα ἀριθμόν. ἣν νῦν παραδίδωσι κατὰ τὰς ἁπλᾶς φω-νὰς. πῶς οὖν τὴν τετραδικὴν ταύτην συμπλοκὴν τῶ τῶν γενῶν ἀσυμπλόκω ἀντέθη-κε. καίτοι τοῦ ἀριστοτέλους τὴν κυρίως οὐσίαν, ἥτις ἐστὶ τῶν ἀσυμπλόκων διὰ μιᾶς τῶντεσσάρων τούτων συμπλοκῆς, ὑπογράψαντος ὡς μαθησόμεθα. οὐσία γάρέστι φη-σιν, ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη. ἡ μήτε καθ' ὑποκειμένου τί-νὸς λέγεται, μήτε ἐν ὑποκειμένω τινί ἐστιν. ὅλως γὰρ τὸ καθόλου καὶ τὸ μερικὸν, κ ἀνδο-κῆ τοῦ ποσου εἶναι, ἀλλ' εἰς πάσας ἀνάγεται τὰς κατηγορίας. ὥσπερ τὸ ἑνικὸν καὶ τὸ πλη-θεντικὸν. διὸ ὅταν ἄνος εἴπω, κᾶν ἕνα λέγω, οὐ γίνται σύνθεσις. οὐδὲ λόγος. ἅμεινον οὖναὐτοῦ τοῦ ἀριστοτέλους ἀκούειν, τίνα βούλεται εἶναι τὰ κατὰ συμπλοκήν. ὅτι ταῦτα
Einzelbild herunterladen
verfügbare Breiten