Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῶν ζώων, δηλον ὅτι, οὐ τῆς κοινότητος μόνης, ἀλλὰ καὶ τῶν διαφόρων εἰδῶν ἔστιν ἕνωσιςσυνηρημένως προυπάρχουσα. καὶ ἔστι πάντα προ πάντων. καὶ τὴν κοινότητα καὶ τὰςδιαφορὰς παράγων, κατὰ τὴν ἀμφοῖν ἐξηρημένην ὑπεροχήν. μήποτε δὲ ἐν τοῖςπαραγομένοις, ὅλως ἐστὶν ἡ κοινότης τοιαύτη, οἷαν ἡμεῖς ἐννοουμεν ἀδιάφορον.ὅταν γὰρ οὐσίαν καὶ τὴν ψυχὴν λέγωμεν καὶ τὸ σῶμα, τί ἄν εἴη παντὶ κοινὸν καὶ ἀδιάφο-ρον ἔντε ψυχῆ καὶ ἐν σώματι. ἀλλὰ καὶ τὸ κοινὸν δῆλον, ὅτι διαφορεῖται μετὰ διαφό-ρων ὑφιστάμενον. ἵνα καὶ συμμετρον γένηται πρὸς τὰς διαφορὰς. οὐ γὰρ ἂν ἡ τῆς ψυχῆςοὐσία ταῖς τοῦ σώματος διαφοραῖς συμπλακείη ποτε. καὶ τὸ διάφορον μέντοι κεκοινώ-νηται, κατὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἐνδοθεῖσαν ἕνωσιν τοῖς πᾶσιν. ἵνα μὴ διεσπασμένα πάντα ἡτὰ ἀφ' ἑνὸς παραγόμενα. ἀλλ' ἡμεῖς πολλου μετέχοντες τοῦ συμπεφυρμένο τε καὶ τοῦδιεσπασμένου, τὴν τε κοινότητα αὐτὴν καθ' ἑαὐτὴν ὡς διάφορον ἐξαιρουμεν ταῖς ἐν-νοίαις. ἥτις οὔτε ἐν τοῖς ἀτόμοις ἐστὶ, διαφορεῖται γὰρ αὕτη, οὔτε ἐν τοῖς πρὸ τῶν ἀτό-μων. ἐκεῖνα γὰρ οὐτὸ κοινον μόνον, ἀλλὰ καὶ τὸ διάφορον ἐν ἄλλη τινὶ φύσει προείληφεν,ἡμῖν μᾶλον κατὰ ἀλήθειαν ἀγνώστω. αἰτία δὲ τῆς διαφορουμένης ταύτης κοινότητος καὶτῆς κεκοινωνημένης διαφορότητος, τὸ συναμφότερον ἅμα παράγει. ὅταν οὐν σωκρά-τῆς διαλέγομι τὸ ἐν πᾶσικαλὸν καὶ τὸ ἐν πάσιν ἴσον, προφέρειν δοκεῖ οὐχ ὅτι ἐστὶ τὸ ἐντοῖς πολλοῖς καλὸν παντελῶς ἀδιάφορον, ἀλλ' ὅτι συμπεφυρμένηντέως ἡμῶν τὴνἔννοιαν, καὶ μὴ δυναμένην τὸ κοινὸν ἀπὸ τοῦ ἰδίου διιστᾶν, ἡ διαλεκτικὴ μέθοδος δια-κρίνει. καὶ τότε λοιπὸν, τὰς διακεκριμένας ἐννοίας εἰς ἕνωσιν ἀντὶ τῆς συγχύσεως πε-ριάγει. τοῦτο γάρ ἐστι τὸ τῆς διαλεκτικῆς τέλος. ὡς καὶ ἐν πολιτείαις σωκράτης ἐδή-λωσε. μητε οὖν τῶ πλάτωνι, ἤτοι τῶ πλάτωνος διδασκάλω σωκράτει μεμφώμεθατὰ κοινα εἴδη πανταχοῦ διαλεκτικῶς ἀποδεικνύντι τὰ ἐν μεθέξει καὶ τὰ πρὸ τῆςμεθέξεως. ἔδει γὰρ τοὺς μόνας τὰς τῶν ἀτόμων διαφορὰς ἐννοῦν τας, οὕτως τῆςτε ἐντοῖς ἀτόμοις κοινότητος καὶ τῆς κοινῆς αἰτίας ὑπομιμνήσκειν. μήτε δὲ τὴν ἀριστοτέληνδια παίξωμεν, ὡς ἀγνοοῦντα τὰς κοινας φύσεις καὶ τὰς προυπαρχούσας αἰτίας. τὸνλέγοντα μὴ γίνεσθαι ὅλως ἀπόδειξιν ἄνευ καθολικῆς προτάσεως. ἀλλ' ἐπαινῶμενμᾶλλν ὡς θαυμαστῶς κατανοήσαντα, ὅτι τὰ κοινὰ ταῦτα καὶ πάντη ἀδιάφορα, αὐτὰ καθ'αὗ τὰ οὐκ ἔστιν ἐν ὑποστάσει τῶν ὄντων. ἀλλ' ἡμεῖς ἀφελόντες αὐτὰ ἐν ταῖς ἡμετέραιςἐννοίαις, καθ' ἑαυτὰ ὑπεστήσαμεν. ἀλλὰ ταῦτα μένμοι καὶ πλείονα τοῦ δέοντος εἴρηται.διὰ τοὺς μάτην διιστάναι τοὺς κλεινοτάτους τῶν φιλοσόφων φιλονεικοῦντας. Επειδὴδὲ καὶ τῶν ἁπλῶν φωνῶν εἰσι τινὲς, αἰτινες κᾶν ἁπλαῖ εἰσὶν, ἀλλ' οὐν οὐδὲ σημαίνουσιν ἄνευτῆς πρὸς ἄλληλα συμπλοκῆς. ὥσπερ οἱ σύνδεσμοι καὶ τὰ ἄρθρα καὶ αἱ προθέσεις. διὰτοῦτο εἶπε, τῶν καταμηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον, ἤτοι οὐσίανστων, ἢ πο-σον. ἤποιὸν. ἵνα μὴ μόνον ἐκείνης τῆς κατὰ συμπλοκὴν σημασίας τῆς καταφάσεις ποι-ούσης καὶ ἀποφάσεις εἶεν κεχωρισμέναι αἱ τῶν γενῶν σημαντικαὶ φωναὶ, ἀλλὰ καὶ τῶνἁπλῶν μὲν, κατὰ συμπλοκὴν δὲ μόνην σημαίνουσῶν, ὡς τῶν εἰρημένων. ἀλλὰ πῶς τὸ ἀσύμ-πλεκτον δεῖ θεωρεῖν. πότερον τῆ φωνή, ἢ τῆ δυνάμεῖ καὶ τῶ σημαινομένω. εἰ μὲν γὰρ τῆΑ α