Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἐφ' οὗ προυπάρχοντος, ἐγγίνεται ἐν αὐτῶ τὰ μόνως ὑφιστάμενα. ἔπειτα τὰ συνυ-πάρχοντα τῶ ὑποκειμένω συνθεωρεῖται. ταῦτα δέ ἐστι, ποιότης τὲ καὶ ποσότης.ἡ μὲν, πληθύνουσα. ἡ δὲ, εἰδοποιουσα τὸ ὑποκείμενον. αἱ δὲ σχέσεις θεωροῦνταιπερὶ τὸ ὑποκείμενον, καθας θεωροῦνται αἱ ἄλλαι κατηγορίαι. ἀρχύτας δὲ πυθαγορι-κῶς ἐπιχειρῶν, ἐπὶ τὰς ἀρχὰςαγει πάσας τῶν ὄντων, τὴν αἰτίαν τὴῦ τῶν δέκα ἀριθ-μου. τέχνὴν γὰρ πᾶσαν καὶ ἐπιστήμην φησὶ, τεταγμένον τί εἶναι καὶ ὡρισμένονπρᾶγμα. τὸ δὲ τοιοῦτον, ἐν ἀριθμῶ ἀφορίζεσθαι. τὸν δὲ σύμπαντα ἀριθμὸν, δεκά-δας εἶναι. καὶ εἰκότως ἄρα τὰ πάντα εἰς δέκα διηρῆσθαι. καὶ τὰ εἴδη πάνταδέκαεἶναι. καὶ τοὺς εἰδητικοὺς ἀριθμοὺς, δέκα ὑπάρχειν. ἔτι δὲ καὶ τὰ ἀκρωτήρια τοῦ σώ-κατος ἔχειν δέκα μέρη. καὶ τὰ στοιχεῖα τοῦ παντὸς λόγου, δέκα εἶναι. ἀλλὰ καὶ διὰτῆς ἐπαγωγὴς δυνατὸν τὸ αὐτὸ παραμυθήσασθαι. ἔξεστι γὰρ προχειριζομένους ὁτι οὖντῶν ὄντων, ὁρᾶν ὅπως εἰς ἕντι τούτων πάντως τῶν γενῶν ἀναφέρεται. ἀλλ' ἐπειδὴταῦτα μετρίας ἔτυχε διαρθρώσεως, τὴν λέξιν λοιπὸν εἰσελθεῖν εὔκαιρον. καὶ ὅτιμὲν περὶ φωνῶν σημαντικῶν ἐστιν ὁ σκοπὸς ὡς πολλάκις ἐλέγετο καθὸ σημαντικά-εἴσιν, ἐδήλωσεν εἰπὼν. τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον, ἤτοι οὐσί-αν σημαίνει, ἢ ποσὸν καὶ τὰ ἑξῆς. τὰ γὰρ πράγματα οὔτε λεγόμενά ἐστιν, οὔτε ση-μαίνει, ἀλλὰ σημαίνεται. κᾶν τῶν ὄντων δὲ αὐτῶν λέγη τίς αὐτῶν ποιεῖσθαι τὴν διαί-ρεσιν ἡ τὴν ἀπαρίθμησιν, ἀλλ' οὐχ ἧ ὄντα. ἡ δὲ σημαίνεται ὑπὸ τοιῶν δεφωνῶν. ἀλλάγεμόνον κατὰ τὴν πρὸς ἄλληλα σύνταξιν τῶν τε φωνῶν καὶ τῶν ὄντων γινώσκονται.εἰ μὲν δὴ φησι καὶ τὰ σημαινόμενα δέκα τὸν ἀριθμὸν, καὶ τὰ σημαίνοντα ἴσα τού-τοις, καὶ δῆλον ὅτι καὶ ἡ τῶν ἐννοιῶν τῶν περὶ αὐτῶν τῶν πραγμάτων διαίρεσις συμ-περι λαμβάνεται. ἕνὶ γὰρ τῶν τριῶν διαιρεθέντι, συνδιαιρεῖται καὶ τὰ λοιπᾶ διὰτὴν τῶν τριῶν πρὸς ἄλληλα συνάρτησιν. ἤρτηται γὰρ ἀπὸ μὲν τῶν πραγμάτων τὰ νοή-ματα. ἀπὸ δὲ τῶν νοημάτων, αἵἱφωναί. ὥστε εἴτις λέγοι τὴν φωνὴν τοῦ ὀνόματος μό-νου σημαντικὴν, ἔλαθεν αὐτὸν ἀτιμότερα τὰ κοινὰ τῶν ἀτόμων ἀποφαίνων. καὶγὰρ τὸ μὲν σωκράτης, τρίτον εἶναι ὁμολογεῖ. τὸν, τε φιλόσοφον αὐτὸν, καὶ τὴν περὶ αὐτοῦἔννοιαν. καὶ τὸ ὄνομα τὸ τρισυλλαβον. τῶν δέ γε γενῶν ἕκαστον, διχῶς ἀξιοῖθεωρεῖν. κατὰτὸ ὄνοα, καὶ κατὰ τὸ νόημα μόνον. καίτοι καὶ ἡ φωνὴ μάταιος ἂν εἴη, καὶ τὸ νόημα κεένον, εἰ μή-δὲν τῶν ὄντων εἴη τὸ σημαινόμενον καὶ νούμενον. οἱ δὲ, ἀναίρουσι μὲν τὴν τῶν κοινῶνφύσιν. ἐν δὲ τοῖς καθ' ἕκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ' αὐτὰ μὴ.δαμοῦ θεωροῦντες. καὶ περὶ μὲν τῆς κατατεταγμένης κοινότητος, ὀρθῶς λέγουσιν.εἴδει δὲ καὶ τὴν ἐξηρημένην ἐννοεῖν, ἀφ' ἡς ἐστιν ἡ κατατεταγμένη. πρὸ γὰρ τοῦ κα-τεταγμένου τὸ ἐξηρημένον. καὶ πρὸ τοῦ ἄλλου ὄντος, τὸ ἑαυτοῦ ὄν. εἰ μὴ ἄρα ἐκεῖνοτοἐξηρημένον καὶ τῶν μεθ' ἑαυτοῦ πάντων αἴτιον, οὐ κατὰ τὴν κοινότητα μόνην θεωρη-τέον. οἷον, τὸ πάντωναίτιον τῶν ζώων, ἀνθρώπων λέγω καὶ ἵππων, καὶ τῶν λοιπῶν. ἢοὐρανίων. καὶ ἀερίων. καὶ ἐνύδρων. καὶ χθονίων. εἰ κατὰ μόνην ἐθεωρεῖ τὸ τὴν τοῦ ζώου φύ-σιν, μόνην αν τὴν κοινότητα τῶν ζώων παρῆγεν. ἐπειδὴ δὲ καὶ τὰ εἴδηπάντα παράγει,