εἰπεῖν. κοινῆ δὲ πρὸς πάντας λέγειν. ὅτι τὰς εἰσαγωγικὰς πραγματείας, οὐκ ἔδει πρὸςἀκρίβειαν διακειμένας ἀπαιτεῖν. οὐ γὰρ ὑποφέρουσι τὴν ἀκρίβειαν αἱ τῶν πρωτοπεί-ρων ἀκοαί. δεύτερον δὲ, ὅτι δύσκολος ἡ ἐπιχείρησις τὰς γενικωτάτας τῶν ὄντωνδιαφορὰς, ἤτοι τὰς σημαντικὰς αὐτῶν λέξεις διελέσθαι. καὶ διὰ τοῦτο χρὴ μᾶλ-λον συναγωνίζεσθαι τῆ χαλεπότητι τῆς ἐπιχειρήσεως. ἀλλὰ μὴ κακοσχόλως αὐτῆ προσφιλον εἰκεῖν τρίτον δὲ, ἂν λέγοιμεν, ὅτι καὶ πάντες οἱ ἄλλως διελόμενοι, μείζοσιν ἂνὑπάγοιντο τοῖς ἐγκλήμασιν. ὧν οἱ ἀκριβέστεροι δοκοῦντες οἱ στωϊκοὶ, τὴν εἰς τέσσαρατο-μὴν ποιησάμένοι, εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα. καὶ πρός τίπως ἔχοντα. οἷαπαραλείπουσιν εἴρηται πρότερον. εἰ δὲ καὶ νεωτεροι οἷς εὐκολώτερον ἦν τὸ προσθεῖναιτὸ λεῖπον, καὶ αὐτοὶ ὅμως πολλὰ φαίνονται σφαλλόμενοι, πῶς οὐχρὴ τοῖς πρώτωςἐπιβάλλουσι συγγνώμην ἔχειν, εἰ καὶ τῆς ἀκριβείας τί παραλιμπάνουσιν. ὅλως δὲ ὁ πρὸςτὴν διαίρεσιν ἢ ἀπαρίθμησιν ταύτην ἀντιλέγων, ἴστω μὴ πρὸς ἀριστοτέλην ταύτηνπρώτως, ἀλλὰ πρὸς τοὺς πυθαγορείους καὶ ἀρχύταν τὴν ἀντιλογίαν ποιούμενος.ὸς πρὸ τοῦ ἀριστοτέλους τὴν εἰς δέκα γένη διαίρεσιν ἐποιήσατο. εἰ δέ τις ἐπιθυμεῖ περι-ληπτικήν τινα διαίρεσιν ἀκοῦσαι τὰ δέκα γένη ταῦτα περιλαμβάνουσαν, τάχα ἂνεἴητοιαύτη. ἐπειδὴ τὰ ὄντα πάντα ἢ ὑπάρξεις εἰσὶ καὶ δυνάμεις, ἢ ἐνέργειαι. αἱ δὲδυνάμεις μέσαι οὖσαι, ταῖς ὑπάρξεσι μᾶλλον συνθεωροῦνται, διχὴ τὴν πρώτην διαιρε-τέον. εἴς τε τὰς ὑπάρξεις αὐτὰς τὰς ἐνεργούσας ἢ πασχούσας, καὶ εἰς τὰς ἐνεργείας.καὶ τὰς μὲν ἐνεργείας πάσας, ἡ τοῦ ποιεῖν κατηγορία περιέχει. τὰ δὲ πάθη, ἡ τοῦ πάσχειν.τῶν δὲ ὑπάρξεων αὐτῶν, αἱ μὲν, καθ' ἑαυτὰς ἔχουσι το εἶναι, ἃς ἡ οὐσία πάσας συμπε-ριείληφεν. αἱ δὲ, ἐν ἄλλοις ὑφεστήκασι. καὶ τούτων αἱ μὲν,λοα τα ὕτέστν θεωρονηαι αι αἱ δὲ ἀσλετοί εἰσι. καὶ τῶν ἀσχέτων, αἱ μὲν, κατὰ τὴν χαρακτῆρα καὶ τὴν οἱ μορφην τῶν σωματικῶν ὑπάρ-ξεων θεωροῦνται. ὥσπερ αἱ κατὰ τὸ ποιὸν ἀφοριζόμεναι πᾶσαι. αἱ δὲ, κατὰ τὴν διάστασιν καὶτοῦ πληθυσμόν. ὥσπερ αἱ κατὰ τὸ ποσόν. δύο γὰρ αὗται ἄσχετοι διαφοραὶ τῶν ἐν ἄλλοιςὑφεστηκότων κατὰ τὴ παρξιν γενῶν θεωροῦνται. τῶν δὲ κατὰ σχέσιν, αἱ μὲν, πρὸς ἀντιστρέ-ἔφοντα λέγονται. ἃς πάσας ἡ τοῦ προςιπεριέχει κατηγορία. αἱ δὲ, οὐ πρὸς ἀντιστρέ-φοντα. καὶ τούτων αἱ μὲν, κατὰ τὴν προςτὰ σώματα σχέσιν θεωροῦνται. αἱ δὲ, κατὰ τὴν πρὸςΣ ει ὶτὰ ἀσώματα. καὶ τούτων ἡ μὲν, κατὰ τὴν πρὸς τόπον. ἅπερ ἡ τοῦ ποῦ περιέχει κατηγο-ρία. ἡ δὲ, κατὰ τὴν πρὸς χρόνον. ἅπερ ἐν τῆ ποτέπεριέχεται. τῶν δὲ κατὰ τὴν πρὸς σώμα-τα σχέσιν, ἡ μὲν,τας κατὰ τὴν πρὸς ἐκεῖνα ἐφ' ὧν ἰδρύμεθα, ἢ ἑστῶτες, ἢ καθήμενοι, ἢ ἀνακεί-μενοι, ἅπερ πάντα ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἀνάγεται. ἡ δὲ, κατὰ τὴν πρὸς τὰ περι-κείμενα, ὅσα ἡ τοῦ ἔχειν κατηγορία περιείληφε. τὰ γὰρ σώματα πρὸς ἀἡ σχέσις ἡ τοι-αὕτη ἄπως ἔχει, ὡς ἡ ἡμᾶς ἐν ἐκείνοις, ἢ ἐκεῖνα ἐν ἡμῖν ἰδρῦσθαι. τοιαύτη γὰρ ἄν-τις εἴη καὶ παρ' ἡμῶν ἡ παραμυθία πεπορισμένη τοῖς ἐκ διαιρέσεως ἀνελλὶ ποῦςἐπιθυμοῦσι τὰ δέκα γενηλαβεῖν. καὶ αὕτη πολλὰς εὐ οἶδα, ὅτι τοῖς ἀκριβολογεῖ-σθαι βουλομένοις εὐθύνας ὑφέξουσα. ὁ μέντοι θεῖος ἰάμβλιχος, καὶ αὐτὸς ἀπαρά-λειπτον τὴν τῶν γενῶν ἀπαρίθμησιν ἐπιδείκνυσι. πρῶτον μὲν ὑπόκειται τοῖς πᾶσιν,
Einzelbild herunterladen
verfügbare Breiten