Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἀρχή. ὥσπερ καὶ τὸ σημεῖον διαστημάτων ἀρχὴ ὄν, οὐκ ἄν εἴη διάστημα. ἀλλ' εἰ καὶ ἀρχὴκαὶ προστιταῦτα, ἐπειδὴ πάντα τὰ πρόςτι φύσιν ἔχοντα ἰδίαν, οὕτως ἔχει καὶ τὸπρός τι εἶναι ὡς ὁπατηρ ἄνθρωπος ὧν καὶ οὐσία, προστι ἐστι κατὰ τὸ πατὴρ. ἔδει οὖνἐπὶ τούτων εἰπεῖν, τί ὄντα ἀρχαὶ, καὶ πρός τι εἰσικαθὸ ἀρχαί. μήποτε οὐν διττῆςοὔσης τῆς ἀρχῆς, τῆς μὲν, συντεταγμένης, τῆς δὲ, ἐξηρημένης, ἡ συντεταγμένηἐν τῶ αὐτῶ γένει ἐστιν. ὥσπερ καὶ τὸ μέσον. καὶ τὸ περας. τάχα δὲ καὶ ἐξηρημένη ἐν τῶαὐτῶ γένει ἔστιν. εἰ γὰρ καὶ ἡ ἐξηρημένητν ἀριθμουμονας, συνηρημενος ἐστιν ἀριθμὸς, ἐν τῶ αὐτῶἂν εἴη γένει, τό, τε συνηρημένον, καὶ τὸ διωρισμένον. καὶ γὰρ τοῦ ἴδους συνηρημένου καὶ δια-κεκριμένου ὄντος, καὶ τοῦ μὲν ὀνόματος, τὸ συνηρημένον. ἢ ὡς οἱστωϊκοὶ φασι, τὸ κεφαλαι-ῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον, ἐν τῶ αὐτῶ ἂν εἴη γένει, τό, τε ὄνομακαὶ ὁ ὁρισμὸς. καὶ ἡ ὕλη δὲ καὶ τὸ εἶδος ἀρχαὶ οὖσαι τῆς συνθέτου οὐσίας, οὐσίαι καὶ αὗταίεἰσι, κᾶν μὴ ἐν ταῦθα παρελήφθησαν. καὶ περὶ τοῦ σημείου δὲ τὰ αὐτὰ καὶ ἀπορεῖν οιμαιἔξεστι καὶ ἐπιλύεσθαι. βέλτιον δὲ φασὶν οἱ κλεινότεροι τῶν ἐξηγη τῶν, ὁμώνυμον τὸ ἐνἀπολείπειν κατὰ τὰς δέκα κατηγορίας, ὥσπερ καὶ τὸὸν. τῶν δὲ ὁμωνύμων, οὔτε διαί-ρεσις ἀφωρισμένη ἐστιν, οὔτε εἰς ἐν γένος ἀναγωγη. οἱ δὲ γετρίτοι λοιπὸν, οἱ ἀνταλλα-γὴν αἰτιώμενοι, καὶ λέγοντες ἄλλα ἀντ' ἄλλων παρειλῆφθαι γενῶν, τὴν κίνησιν φασὶδεῖν,τἂντοῦ ποιεῖν καὶ τοῦ πάσχειν παραλαμβάνειν. οὔτε γὰρ εἰς ἄλλογένος τὴν κίνησιν ἀνάγειν ἐστιδυνατὸν, οὔτε ἄλλότι γένος αὐτῆς, ἐν τῶ τί ἐστι κατηγορεῖται. ἀλλ' οὐδὲ εἰς τὸ ποιεῖν ἀνά-γεται. πολλαὶ γὰρ εἰσιν ἐν τῶ πάσχειν κινήσεις. ἀλλ' οὐδὲ εἰς τὸ πάσχειν. ποῦ γὰρ αἱ ἐν τῶποιεῖν κινήσεις καταταχθήσονται, πρός οὺς ῥητέον, ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργεία, ἐνπάσαις θεωρεῖται ταῖς κατηγορίαις ὁμωνύμως ὑπάρχον αὐταῖς. διὸ, ἐν οὐδεμιᾶἀφωρισμένως κατατέτακται. καὶ ἡκίνησις τοίνυν ὁδός οὖσα ἀπὸ τοῦ δυνάμει εἰς ἐντέ-λέχειαν, ἄλλως μὲν ἐν τῆ οὐσία θεωρεῖται, γένεσις οὖσα ἡ φθορά. ἄλλως δὲ ἐν τῶ ποσῶ,αὕξησις καὶ μείωσις λεγομένη. ἄλλως δὲ ἐν τῶ ποιῶ, ὅταν ἀλλοίωσιν αὐτὴν ὀνομάζω-μεν. καὶ ἄλλως ἐν τῶ ποῦ. καὶ καθ' ἑκάστην κατηγορίαν ἄλλως. πῶς οὖν οἱτε μίαν εἶναικατηγορίαν τὴν κίνησιν, ὁμωνύμως καὶ αὐτὴν ὑπάρχουσαν. καὶ ἐπὶ τῆς στάσεως δὲτῆς ἀντικειμένης τῆ κινήσει, τὰ αὐτὰ ῥητέον. εἰ γάρτις εἴη τῶ ὄντιστάσις, οὐκ ἐν τοῖςαἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς ἐκείνην ζητεῖσθαι προσήκει. οἱ δέ γεστωϊκοὶ, εἰς ἐλάττονασυστέλλειν ἀξιουσι τὸν τῶν πρώτων γενῶν ἀριθμὸν. καὶ τινὰ ἐν τοῖς ἐλάττοσιν ὑπηλ-λαγμένα παραλαμβάνουσι. ποιοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα. εἰς ὑποκείμενα. καὶποια. καὶ πῶς ἔχοντα. καὶ πρός τι πῶς ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσι.τό, τε γρποσον ἄντικρυς. καὶ τὰ ἐν χρόνω. καὶ ἐν τόπω. εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιναὐτοῖς τὰ τοιαῦτα περι λαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν, ἤτοι ἐν λυκείω, ἢ τὸ καθῆσθαι,ἢ τὸ ὑποδεδέσθαι, διάκει ταίπως κατά τι τούτων. πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοιςδιαφορᾶς, ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης ἐκφέρεται κατ' αὐτῆς. ἔπειτα τὸ κοι-νὸν τοῦτο πῶς ἔχειν, καὶ τῶ ὑποκειμένω ἀρμόσει. καὶ τῶ ποσῶ μάλιστα. καὶ ταῦτα γὰρδιάκειταίπως. ταῦτα μὲν οὖν πρὸς ἑκάστην τῶν ἀντιλογιῶν ἐστιν ἰδίως ἀπολογούμενον