Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ρεσιν ὡς οἱ περὶ τὴν νικόστρατον, δια τίφασι, τῶ μὲν ποιεῖν, τὸ πάσχειν. τῶ δὲ ἔχειν,ἀντέθηκε τὸ ἔχεσθαι. ἢ ἑχρῆν ἐφιστάνειν τοὺς ταῦτα λέγοντας. ὅτι τὸ ἔχεσθαι, εἰς τὴν τοῦκεῖσθαι κατηγορίαν ἐνέπιπτεν ἤδη διωρισμένην. ἔχει μὲν γάρτις τὴν ἀσπίδα. ἔχεται δὲ ἡἀσπὶς ἐν τῶ οὕτωσι περικεῖσθαι. θέσις οὖν ἐστι τοῦτο. ἀλλὰ διὰ τί φασιν οἱ περὶ τον λού-κιον τοὺς συνδέσμους παρέλιπεν, εἰ λέξεις καὶ οὗτοι σημαντικαί. οὐ γὰρ δὴ ἄσημοι. ἢὅτι οὔτε προηγουμένη αὐτῶν ἐστιν ἡ σημασία, ἀλλὰ συσσημαίνουσιν. ὥσπερ τὰς διπλᾶςεἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἰτινες μετὰ τῶν γεγραμμένων σημαίνουσι τί.αὐταὶ δὲ καθ' ἑαυτὰς, οὐδὲν σημαίνουσι. καὶ οἱ σύνδεσμοι γὰρ μετὰ τῶν ἄλλων μερῶν τοῦλόγου, κόλλη ἐοικότες σημαίνουσι. τρίτον δὲ οὐδὲ λόγου στοι χεῖα εἰσὶν οἱ σύνδεσμοι. ἀλλ'εἴπερ ἄρα λέξεως μέρη. οὐδὲ γὰρ ἡκολλὰ τοῦ χάρτου, μέρος ἐστὶν. οὐδὲ λέγονται οὖν. ἀλλ'εἴπερ ἄρα ἐκφωνοῦνται μόνον. καὶ ἔτι μέντοι ῥητέον ὅτι κᾶν σημαίνωσιν οἱ σύνδε-σμοι καὶ λεκτικῶς σημαίνειν συγχωρηθῶσι, κατὰ σύνταξιν σημαίνουσι καὶ κατὰ συμπλο-κὴν. νῦν δὲ περὶ τῶν ἄνευ συμπλοκῆς ὁ λόγος. ἐπιζητοῦσι δὲ καὶ τὰ ἄρθρα ποῦτα χθή-σεται. καὶ περὶ τούτων δὲ ὁ αὐτὸς λόγος. καὶ γὰρ ταῦτα, οἱ σύνδεσμοί εἰσὶ τὰ γένηπρο σημαί-νοντες, τό, τε ἀρρεν καὶ τὸ θῆλυ ἀορίστως. οὐ γὰρ τί ἐστι δηλοῦσι. διὸ καὶ ἀόριστὰ καλεῖ-ται παράτινων. ἀλλ' αἱ ἀποφάσεις καὶ αἱ στερήσεις, αἵτε διάφοροι τῶν ῥημάτων εγκλίσεις,ἐν τίνιτα χθήσονται. ἢ πρὸς τοῦτο αὐτὸς ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασιν ἀπεκρίνα-το. καὶ γὰρ ἐν τοῖς μεθοδικοῖς καὶ ἐν τοῖς ὑπομνήμασι καὶ ἐν ταῖς διαιρέσεσι καὶ ἐν ἑτέρωὑπομνήματι οὐ ἐπιγράφεται παρὰτὴν λέξιν. ὅπερ εἰκαίτισιν οὐδοκεῖ γνήσιον ἀριστοτέλους,ἀλλά τινός ἐστι πάντως τῶν ἀπὸ σχολῆς. ἐν τούτοις προσθεὶς τὰς κατηγορίας ἐπάγει.λέγω δὲ ταύτας, συν ταῖςπτώσεσιν αὐτῶν ἡτοι ἐγκλίσεσι ταῖς τε ἀποφάσεσι, καὶ ταῖςστερήσεσι καὶ τοῖς ἀορίστοις συνέταξεν αὐτῶν τὴν διδασκαλίαν. ἔστι γοῦν τὸ ἀνυποδετεῖντῆς αὐτῆς κατηγορίας, ἡς καὶ τὸ ὑποδεδέσθαι. καθόλου γὰρ ἐν τούτοις ἔχουσαι τὸ εἶναιαἱ ἀποφάσεις καὶ αἱστερήσεις ἐν τῶ τὰ ὄντα ἀναιρεῖν, εἰκότως ἐπ' ἐκεῖνα ἀναπέμπονται,ἐν οἷς αἱ ἕξεις εἰσι καὶ αἱ καταφάσεις. ἀλλὰ τὸ ἓν φασὶ καὶ ἡμονὰς καὶ τὸ σημεῖον πῶς οὐκ ἔξωπίπτει τῶν κατηγοριῶν. οὔτε γὰρ ποσόν ἐστιν ὡς ἄντω δόξειεν, οὔτε συνεχές ἐστιν ἄτεἀμερὲς ὄν, οὔτε διωρισμένον. πᾶν δὲ ποσὸν ἢ συνεχὲς, ἢ διωρισμένον εἶναι προσίκει. καὶεἰ διωρισμένον, ἐστιν ἢ περιττὸν ἢ ἄρτιον. ἢ καὶ ὡς ἀρχὴ τῶν ἀριθμῶν, καὶ ὡς μέτρον, ἐν τῶπρός τί κατα χθήσεται. ὡς καὶ τῶ ἀλεξάνδρω δοκεῖ. εἰ δὲ διττὸς ὁ ἀριθμὸς, ὁ μὲν, ἀσώμα-τὸς. ὁ δὲ σωματικὸς, ἔσται ὡς καὶ ὁ βοηθὸς ἂν φαίη, καὶ ἡμονας διττή. ἡ μὲν οὐσία, ἐντῶ νοητῶ ἀριθμῶ. τοῦτο δὲ καὶ ἀριστοτέλει δοκεῖ. ἡ δὲ, πρός τι. ἢ ποσὸν. ὕστερον δέ-φησιν ὁ βοηθὸς, μήποτε ἄμεινον εἶναι ποσὸν φάναι. ὡς γὰρ λευκότης ἔχει πρὸςλευκὸν, οὕτω καὶ ἡδυας πρὸς τὰ δύο. εἰ οὖν ἐκεῖνα ἄμφωποιὸν, καὶ ταῦτα πόσον.ἀντι λέγουσι δὲ τῶ ἀλεξάνδρω, δυνατὸν λέγοντι καὶ μέρος τοῦ ποσοῦ την μονάδατιθέναι. καὶ διὰ τοῦτο ἐν τῶ ποσῶ καταριθμοῦντι αὐτήν. ἀριθμὸς γάρἐστι, τὸἐκμονάδων συγκείμενον πλῆθος. λέγουσιν οὖν ἀρχὴν εἶναι ἀριθμοῦ ἀλλ' οὐχὶ μέ-ρος ἀριθμοῦ τὴν μονάδα. πανταχοῦ δὲ ἕτερον εἶναι τὴν ἀρχὴν καὶ τὸ οὐ ἐστιν