Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καλοῦντες. οἱ μὲν, ἔλλει ψιν ἅμα καὶ πλεονασμὸν. οἱ δὲ, πρὸς τούτοις καὶ ἐνάλλαξιν τῶνγενῶν. λεγέσθωσαν δὲ ἐφ' ἑκάστου γένους ἀπορίαι τινές. καὶ πρὸς αὐτὰς λύσεις. δι' ὧντὸν τύπον τῆς ἀντιλογίας ἐστι καταμαθεῖν. ἵνα μὴ προσπάσας τιθέντες μηκύνωμεν. λέγουσι τοίνυν οἱ πλεονασμὸν ἐγκαλοῦντες, ὡς οὐ καλῶς τῶ ποιεῖν τὸ πάσχεινἀντέταξεν. ἐχρἣν γὰρ ἀμφοῖν ἓν κοινὸν γένος ἀφορίσασθαι τὸ κινεῖσθαι. πρός οὺς ῥη-τέον, ὅτι τὸ ποιοῦν, καθὸ ποιεῖ οὐκινεῖται. ἀλλὰ κινεῖσθαι ποιεῖ, ἀκίνητον ὂν αὐτό.ἔνια δὲ τῶν ποιούντων ἐν τοῖς αἰσθητοῖς, κατὰ συμβεβηκὸς κινεῖται, διὰ τὸ συνδραμεῖνεἰς ταυτὸ τὰς δύο ἀρχὰς. τήντε τοῦ ποιεῖν, καὶ τὴν τοῦ πάσχειν. ἀλλίσως ἐχρὴν περὶ τοῦποιεῖν καὶ πάσχειν ἀπορεῖν, πῶς οὐχ ὑπὸ τὰ πρός τι ἀνάγεται. τὸ γὰρ ποιοῦν, εἰς πά-σχον ποιεῖ. καὶ τὸ πάσχον ὑπὸ ποιοῦντος πάσχει. ἢ καταὰ τα τίνκατὰ μὲν τὴν συνάρτησιν ταύτην, ὑπὸτὸ πρός τι ἀνα χθήσεται. κατὰ μέντοι τὴν ἐνέργειαν καὶ τὸ πάθος ἄλλην ἔχοντα φύσιν, ἄλλαποιεῖ γένη. καὶ γὰρ ἐπὶ τῶν ἄλλων πρός τι, οἱ πατρὸς καὶ ὑἱοῦ. τὰ αὐτὰ ὡς μὲν καθ' αὑ τὰ ὑ-φεστῶτα, ὑπὸ τὴν οὐσίαν ἀνάγεται. κατὰ δὲ τὴν σχέσιν, ὑπὸ τὰ πρός τι. ἀλλὰ πῶς τὸ κεῖσθαιοὐκ ἔστι πάσχειν. πῶς δὲ τὸ ἔχειν οὐκ ἔστι ποιεῖν. ἢ τὸ κεῖσθαι μὲν, οὐδὲν μᾶλον πάθος ἐστὶν ἡἐνέργεια. κεῖσθαι γάρ ἐστι τὸ καθῆσθαι. τὸ ἑστάναι. λαμβάνεται δὲ ἐν τῆ κατηγορία οὐ κατὰτὸ πάσχειν ἢ ποιεῖν, ἀλλὰ κατὰ τὴν ἐν ἄλλω ἴδρυσιν. οὕτως δὲ καὶ τὸ ἔχειν, οὐ κατὰ τὸ ποιεῖν.οὐδὲν γρἡττον πασχειν ἐστι, τὸ ὡπλίσθαι, ἢ ὑποδεδέσθαι. ἀλλὰ κατὰ τὸ περικεῖσθαι. ἄλλοιδὲ κατ' ἄλλον τρόπον αἰτιῶνται τὴν περιττότητα. οἱ γὰρ περὶ ξενοκράτην καὶ ἄνδρονικὸν,πάντα τῶ καθ' αὐτὸ καὶ τῶ πρός τι περιλαμβάνειν δοκοῦσι. ὥστε περιττὸν εἶναι κατ'αὐτοὺς, τοσοῦτον τῶν γενῶν πλῆθος. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνουσι.καὶ οὗτοι δὲ ταὐτόνπως δοκοῦσι τοῖς προτέροις λέγειν, τοῖς τὰ συμβεβηκότα πρός τιλέγουσιν ὡς ἄλλων ἀεὶ ὄντων. καὶ τὴν οὐσίαν καθ' αὐτὸ. ῥητέον οὖν κοινη πρὸς ἀμφότερα.ὅτι οἱ τὴν εἰς τὰ ἐλάχιστα το μὴν τοῦ ἀριστοτέλους ζηλώσαντες, ἀτελῶς αὐτῆς ἥψαν-τὸ, τὸ καθόλου καὶ τὸ μερικὸν παραλιπόντες. καὶ μέντοι τὰ συμβεβηκότα πολλὰ ὄν-τα γένη, ἀποστεροῦσιν εἰς ἓν τῶν συμβεβηκότων τὸ πρός τι. διὰ τί φασιν ἄλλου ἐστι τὰσυμβεβηκότα. καί τοι κυρίως μὲν ἄλλου μόνα τὰ πρός τι ἔστιν. εἰ δὲ ὅτι ὁπωσοῦν τινὸςἐστι, καὶ τὰ καθόλου τὸ ἄλλοις ἐστιν. ὁ γὰρ σωκράτης, σωφρονίσκου ἐστι. καὶ ὁ ἀγρὸς, τοῦ κτήτορος. εἰ οὖν οὕτως καὶ τὸ συμβεβηκὸς ἀναφέροιμεν πρὸς τὸ ὑποκείμενον, οὐδὲν θαυμα-στον. ἐπεὶ αὐτὸ καθ' αὐτὸ φύσις ἰδια ἐστι. καὶ ἡ ὕλη δὲ καὶ τὸ ὑποκείμενον αὐτὸ, κατὰτοῦτον τὸν λόγον πρός τι ἐστι. καθὸ δὲ ἀρχὴ καθ' αὐτό ἐστιν. οὕτως μὲν οὖν οἱ περὶτὸν ἰάμβλιχον καὶ πορφύριον διατάττονται. μὴποτε δὲ τῶ ἄλλου εἶναι, τοῦτο καὶτὸ πρός τι, τὸ τοιοῦτον τῶ συμβεβηκότι ὑπάρχει. καθόσον ἀντίκειται προστὴν οὐ-σίαν, καθ' αὑτὸ οὖσαν, καὶ ἑαυτῆς οὖσαν. τῶ γρκαθ' ἑαυτὸ, τὸ πρός τι. καὶ τῶ ἑαυτοῦ, τὸἄλλο ἀντίκειται. δηλοῖ δὲ καὶ ὁ ἀριστοτέλης, τὴν εἰς δύο ταύτην το μὴν παραλαβῶν. ἐκεῖ-νος δὲ ὀρθῶς ἴσως ἔχει λέγειν. ὅτι καλῶς ἀριστοτέλης τὰς τοῦ συμβεβηκότος πολλὰςἰδιότητας διεῖλεν. οὐδὲ τὴν μίαν αὐτοῦ παράλειψιν παραλιπὼν. ὥστε καὶ εἰς ὑποκείμε-νον καὶ τὰ περὶ τὸ ὑποκείμενον διαιρεῖ. ὅπερ ἕἴλον τότινες. καὶ οὕτως πρὸς ὁρισμένον τὸ ὑπο-κείμενον, ἀόριστὰ τὰ περὶ τὸ ὑποκείμενον ἀντιτίθησιν. οἱ δὲ ἐλλείπειν ἀποφαινόμενοι τὴν διαί-