παράδειξιν ἐποιήσατο, ἀλλὰ καὶ τὴν κατὰ τὰς ἐννοίας ὑπογραφὴν. ἀλλὰ τὴν το μὴν ταύτην τὴνεἰς τὰ γενικὰ γένη γενομενην, τί φησομεν. ἀρα διαίρεσιν, καὶ πῶς ἂν εἴη διαίρεσις,εἰ μήτε ὡς γέενος εἰς εἴδη διαιρεῖται, μὴτε ὡς ὅλον εἰς μέρη. οὔτε γάρ ἐστι τὶ κοινον τῶνδέκα κατηγοριῶν. ὁποῖον τὸ ὀνοιονταίτινες, ἢ τὸ τί. εἴπερ μὴ ἐπίσης πάντων κατη-γορεῖται. γένους δὲ μὴ ὄντος, οὐδὲ διαφορὰς εἶναι δυνατὸν, καθ'ὰς τὸ γενος διαιρε-θήσεται. ἀλλ' οὐδὲ ὅλως εἰς μέρη διαιρεῖται. οὐ γάρ ἐστι τὶ κοινὸν σύγκριμα, τὸ τὴν ὁρισμὸντοῦτον ὑπομένον. καὶ ὅλως οὔτε ὡς ὁμοιο μέρη εἴη ἀν τινος μέρη ἀνόμοία ὄντα, οὔτε ὡςἀνομοιομερη. εἴτε γὰρ τὸ ὀντίς, τὸ ὅλον φησίν, εἴτε τὸ τί, ὁμοίως ἕκαστον ὃν καὶ τί λέγεται.καίτοι τοῖς ἀνομοιομερέσιν, οὐχ ὑπάρχει τὸ τὰ μέρη καλεῖσθαι τῶ τοῦ ὅλου ὀνόματι.ἄνρ' οὖν τοῖς ἐπὶ στραάτιᾶς ἔοικεν ἡ διαίρεσις, τοῖς κατὰ λόχους συντεταγμένοις. ὥστε ὥσπερλόχο λοχαγόν, οὕτως τὴν μὲν οὐσίαν ἐξήγεισθαι τῶν οὐσιῶν. τῶν δὲ ἄλλων ἑκάστην τοῦ καθ'ἑαυτὴν πλήθους. ἀλλὰ τοῦτο τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ τῆς διακοσμήσεως.εἴπερ μηδεμίαν κοινότητα τῶν πρώτων γενῶν ἀπολείπομεν. βέλτιον οὖν τὰς μὲν δια-φορὰς τῶν γενῶν ἀφορίζεσθαι, κατά τινας πρώτας ἰδιότητὰς. καθόσον δὲ περὶ τὴν οὐσίανἐστι τὰ συμβεβηκότα, καὶ ἐν τῆ οὐσία ὑφίσταται καὶ συντάττεται πρὸς αὐτὴν, κατὰ τοσοῦ-τὸν ἀφομοιωτέον αὐτὰ τοῖς ἀφ' ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. ταῦτα μὲν ὁἰάμβλι-χος ἀξιοῖ. ὁ δὲ ἑρμῖνος, ἀπαρίθμησις οὖν ἐστι φησί. καὶ οὔτε διαίρεσις, οὔτε μερισμός.οὐδὲν γὰρ ὅλον ἐπ' αὐτῶν οὔτε ὡς γένος, οὔτε ἄλλον τρόπον ὅλον. ἀλλὰ πρὸς μὲν τὰ τοῦθείου ἰαμβλίχου, ἐκ τῶν αὐτοῦ ῥητέον, ὅτι τὸ ἀφ' ἑνὸς, οὐκ ἀπὸ τῆς οὐσίας ληπτέον.οὕτως γὰρ οὐτῶν δέκα τὴν ἀπαρίθμησιν, ἀλλὰ τὴν τῶν ἐννέα ποιησόμεθα μᾶλον δὲ ἀπὸ τοῦὄντος. ὅπερ ἐνταῦθα μὲν πολλαχῶς λεγόμενον, εἰς τὰς δέκα κατηγορίας ἀριστοτέληςδιαιρεῖσθαι βούλεται. καὶ εἰκότως. ἐπειδὴ περὶ λέξεως σημαντικῆς ἐν τούτοις ὁ σκοπός. ἐνδὲ τῆ μετὰ τὰ φυκά, ὡς ἀφ' ἑνὸς τοῦ ὄντος τὰ δέκα ἐν τάξει προάγεσθαι φησί. πρώτηνἐχούσης τάξιν τῆς οὐσίας. καὶ περὶ αὐτὴν τῶν ἄλλων συνταττομένων. ὁ δὲ ἑρμῖνος, ἀμφι-βάλλοντι ἔοικεν, εἰτοσαῦτα ἐστι τὰ γένη. γράφει δὲ οὕτως. διὸ εἰ μὲν μόνων τῶν λεχθη-σομένων εἰσιν αἱ σημασίαι, τοσαῦτα ἂν εἴη τὰ πρῶτα γένη. τοσαῦται δὲ καὶ αἱ κατηγο-ρίαι. εἰ δὲ καὶ ἄλλα παρ' αὐτὰ, οὐδὲ ὁ λόγος ἐκεῖνα διωθεῖται. καίτοι τοῦ ἀριστοτέλουςπανταχοῦ τῶ πλήθει τούτω χρωμένου τῶν γενῶν, καὶ οὔτε προστιθέντος, οὔτε ἀφαι-ροῦντος, ἀλλ' ἐγκρίνοντος ἀεὶ τὴν εἰς δέκα διαίρεσιν. ὥσπερ καὶ εἰς τέσσαρα τὴν τούτων συναι-ρεσιν ἐποιήσατο. ἄλλοι δὲ πολλοὶ πρὸς αὐτὴν ἀμφισβήτησαν, αὐτόθεν κατηγοροῦν-τες τῆς ες τοσοῦτον πλῆθος διαιρέσεως. ὥσπερ ἀθηνόδωρος ἐν τῶ πρὸς τὰς ἀρι-στοτέλους μὲν κατηγορίας ἐπιγεγραμμένω βιβλίω. μόνην δὲ τὴν εἰς τὸσοῦτον πλη-θος διαίρεσιν ἐξετάζοντι. καὶ κορνοῦτος δὲ ἐν οἷς πρὸς ἀθηνόδωρον καὶ ἀριστοτέ-λην ἐπέγραψε. καὶ οἱ περὶ τὸν λούκιον δὲ καὶ τὸν νικόστράτον ὥσπερ πρὸς τὰ ἄλλαπάντα σχεδὸν, οὕτω καὶ πρὸςτὴν διαίρεσιν ἀντειρήκασι. ληπτέον δὲ ἐν ὅροις ὡρι-σμένοις τὰς ἀντιλογίας τριχῆ διαστειλαμένους αὐτὰς. καὶ γὰρ οἱ μὲν, ὡς πλεονάζου-σαν αἰτιῶνται τὴν διαίρεσιν. ἄλλοι δὲ, ὡς ἐλλιπηκατα μέμφονται. τρίτοι δέ εἰσιν,οἱ ἄλλα ἀντ' ἄλλων εἰσῆχθαι γένηνομίζοντες. γεγόνασι δέ τινες καὶ πλείονα ἄλλὰ ἐγ-
Einzelbild herunterladen
verfügbare Breiten