Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ὑπὸ τὸ κινεῖσθαι ὄντα. ἢ ὅτι παρελείφθη τινὰ γένη, ὡς τὸνοη τὸν γένος. καὶ μέντοι,εἰ μηδὲν κοινον ἔχοντα φανητὰ γενηταῦτα πρὸς ἄλληλα, δῆλον ὅτι οὔτε τὸ ὄν,οὔτε τὸ ἐν οὔτε τὸ τί, ὡς γένος κατηγορεῖται κατὰ τῶν δέκα γενῶν. εἴγε παντάπα-σι παραλλάττει ταῦτα, καὶ μηδὲν ἔχει κοινὸν πρὸς ἄλληλα. Τῶν κατὰ μηδεμίανσυμπλοκὴν λεγομένων ἕκάστον, εως τοῦ, οἷον, ἄνθρωπος. λευκὸν. τρέχει. νικά.Ταῦτα ἕπεται μὲν καὶ τῆ πρότερον παραδοθείση διαιρέσει. ἐν ἧ, εἰς τὰ κατὰ συμπλοκὴνκαὶ ἄνευ συμπλοκῆς διηρηταιτὰ λεγόμενα. μετὰ γὰρ τρ διελέσθαι τὰ σύνθετα καὶ ἁπλᾶμόρια τῆς λέξεως, εἴπετο διδάσκειν εἰς ποσα καὶ τίνα γένη τὰ ἁπλᾶ ἀναφέρεται. κατ'ἄλλον δὲ τρόπον ἀκολουθεῖ ταῦτα τῆ προσεχῶς εἰς ἐλάχιστα γενομένη τῶν ὄντων διαι-ρέσει. μετὰ γὰρ τὴν εἰς ἐλάχιστα το μὴν ὧν οὐκ ἦν ἐλάττω λαβεῖν, ἔδει τὴν εἰς τὰ πλεῖσταπαραθεῖναι. ἧς οὐκ ἦν ἐπὶ πλείονα διελεῖν. ἕπεται μὲν οὖν ἐκείνοις. προηγεῖται δὲ τῶνῥηθησομένων. διότι τὴν ἐν τύποις γνῶσιν, ἀεὶ δεῖ τῆς ἀκριβοῦς προσλαμβάνεσθαι. καὶτὴν ἐν κεφαλαίοις προσειλημμένην, τῆς κατὰ διέξοδον παραδιδομένης. ὁ γὰρ ὁλοσχερη τὴνἔννοιαν προλαβῶν, ῥᾶον κατακολουθήσει ταῖς κατὰ διέξοδον ἀνελίξεσι. τριχῶς δὲ τῆςὲν ὀνομασίαν μόνην, ὅταν οὐσίανσημασίας αὐτῶν τῶν ἄνευ συμπλοκῆς γινομένης, ἢλέγωμεν. ἢ ἀπὸ τῶν ὑποδειγμάτων, ὅταν λέγωμεν, οἷον, ἄνθρωπος. ἢ ἵππος. τοῦτο γὰρὡς ἐν τύποις καὶ δι' αἰσθήσεως φαινομένην ὑπογραφὴν δηλοῖ. καὶ τρίτον κατὰ τὰς προ-ρους ἐννοίας καὶ μηδέπω τε χνικὰς, σπευδούσας δὲ ἤδη πρὸς τὴν ἀκριβῆ τελειότη-τα. ὁ μὲν ἀριστοτέλης ἐνταῦθα μὲν διὰ τοῦ ὀνόματος καὶ ὑποδείγματος ἐδήλωσε τὰ γέ-νη λέγων. ἔστι δὲ οὐσία μὲν ὡς τύπω εἰπεῖν, οἷον ἄνθρωπος. ἵππος. ποσὸν δὲ, οἷον δι πηχυτρίπηχυ. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἐν δὲ τοῖς περὶ ἑκάστου λόγοις, καὶ τὴν ἔννοιαν τὴνπερὶ αὐτῶν ἀνεγείρειν πειρᾶται. ὁ δὲ ἀρχύτας, καὶ ἐν τῆ πρώτη εὐθὺς διδασκαλίαεἰπὼν τ' ὄνομα καὶ τ ὑπόδειγμα, προσθεὶς ἐφ' ἑκάστου, ἐπήγαγε καὶ τὴν κατὰ ἔννοιαν ἰδιό-τητα. ὥσπερ ἐπὶ τῆς οὐσίας τρ ὄνμα εἴπὼν καὶ τ ὑπόδειγμα, προσέθηκεν ἁπλῶς πάν-τα ὅσα καθ' ἑαυτὰ ὑφέστηκεν. ἡ γὰρ πρώτη ἔννοια τῆς οὐσίας οὕτως προσπίπτει, ὡςκαθ' ἑαυτὴν οὔσης, πάλιν τῆς ποιότητος τ' ὄνομα καὶ τὰ ὑποδείγματα ἐκθέμενος. καὶ ταῦ-τα διττὰ. τὰ μὲν, περὶ ψυχὴν. τὰ δὲ περὶ σῶμα, οὐ παραλείπει τὴν κατὰ ἔννοιαν ἰδιότη-τα λέγων ἁπλῶς, ὅσα συνυπάρχει τισι. μετὰ γὰρ τῆς ποιότητος, αὐτὴ ἡ ἔννοια ἡμῖνσυμπροσπίπτει, ὡς συνυπαρχούσης τῆς ποιότητος, καὶ τελειούσης τὴν οὐσίαν. τῆς δὲ πο-ζο. οι, κατὰ τὸ πη-σότητος κατὰ πάντα τὰ γένη τὰ ὄνομα καὶ τὰ ὑποδείγματα ποιησάμενοι τοντονλίκὸν. κατὰ τὴν ῥοπήν. κατὰ τὸ διωρισμένον. προσέθηκε δὲ τὴν πρόχειρον ἔννοιαν, εἰπὼν, ὅσαπερὶ ἀριθμὸν ἢ κατὰ ἀριθμὸν τί σημαίνει. τῶ δὲ πρός τι, τὸ ἁπλῶς πρὸς ἄλληλα λέ-γεσθαι. καὶ ἄνευ ἀλλήλων μὴ πεφυκέναι σημαίνεσθαι. τῶ δὲ ποιεῖν, τὸ ἁπλῶς ἐνέρ-γειαν περίτι σημαίνειν γινομένην. τῶ δὲ πάσχειν, τὸ ἁπλῶς ὑπό τινος ἕτερον πε-φυκέναι μεταβάλλειν. τῶ δὲ ἔχειν, τὸ ἁπλως τὰ μὴ συνυπάρχοντα μὴ δὲ συμ-πεφυκότα. ἐπίκτητα δὲ ἔχοντα τοῦ κεῖσθαι, τὸ ἁπλῶς σώματος πῶς ἔχοντοςσχηματισμὸν σημαίνει. τοῦ δὲ ποῦ, τὸ ἁπλῶς τόπον ἀφορίζεί. τοῦ ποτεδὲ, τὸἁπλῶς χρόνον σημαίνει. δῆλον οὖν ὅτι οὐ τὴν κατὰ τὰς αἰσθήσεις μόνην οὕτως