Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

γράφειν ἠξίου τὴν λέξιν οὕτως. ὥστε ὅσαι τοῦ ὑποκειμένου διαφοραὶ, τοσαῦται καὶ τοῦκατηγορουμένου ἔσονται. αἱ γὰρ τοῦ μερικωτέρου διαφοραὶ, καὶ τοῦ ὁλικωτέρες ἔσονταιἅτε τὸ μερικώτερον τοῦ ὁλικωτέρου περιέχοντος. εἰ καὶ μὴ ὁμοίως καθόλου ἐπὶ τοῦ κα-τη γορουμένου, ὡς ἐπὶ τοῦ ὑποκειμένου λέγονται. τὸ γὰρ λογικὸν ἀνθρώπου μὲν παντὸςκατηγορεῖται. ζώου δὲ, οὐκέτι παντος. ἀλλὰ τῶν ζώων τὰ μέν ἐστι, λογικά. τὰ δὲ, ἄλογα. εἰ δὲ μένει φησιν ἡ αὐτὴ γραφὴ, προσεκτέον τῶ οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι δια-φορὰς. συμπίπτει γάρποτε τοῦτο. τὸ γὰρ θνητὸν, καὶ τοῦ ζώου διαφορά ἐστι, καὶ τοῦ ἀνθρώ-που. καὶ χάρις τῶ βοηθῶ τὴν ἀρχὴν τῆς λύσεως ὑποδείξαντι. ἐπειδὴ γὰρ τοῦ ζώου αἱ μὲν,εἰσὶ διαιρετικαὶ διαφοραὶ, ὡς τοῦ ζώου τὸ μὲν, λογικὸν. τὸ δὲ, ἄλογον. καὶ θνητὸν καὶ ἀθάνα-τον. αἱ δὲ, συστατικαὶ, ὡς τοῦ ζώου τό, τε αἰσθητικὸν, καὶ τ ἀφ' ἑαυτου κινητὸν. αἱδιαιρετικαὶ τοῦ κατηγορουμένου διαφοραὶ, οὐ πᾶσαι τῶ ὑποκειμένω ὑπάρχουσιν.οὐ γὰρ δη καὶ αἱ ἀντικείμεναι. εἰ γὰρ τὶ λογικὸν ὑπάρχει τῶ ἀνθρώπω, οὐ δὴπου καὶ τὸἄλογον. αἱ μέντοι συστατικαὶ τοῦ κατηγορομένε διαφοραὶ, καὶ τῶ ὑποκειμένω πᾶσαιὑπάρχουσι. τὸ γὰρ αἰσθητικὸν καὶ τὸ νδοθεν κινούμενον, καὶ ἀνθρώπω καὶ τοῖς ἄλλοις ζώ-οις ὑπάρχει. Τ οὖν οὐδὲνκωλύει ειρηται, διὰ τρ μὴ πάσας ὑπάρχειν, ἀλλὰ τὰς συστατικὰς. καὶ τῶν διαιρετικῶν τὰς οἰκείας τῶ μερικωτέρω. ὡς τὸ λογικὸν καὶ τΤθνητὸν, διαιρετικάοντα τοῦ ζώου, τῶ ἀνθρώπω ὑπάρχει. οὐ μὴν καὶ τὰ ἀντικείμενα αὐταῖς. εἰσὶ δὲδιαιρετικαὶ ἀμφοῖν διαφοραὶ, αἱ αὐταὶ τῶν ὑπάλληλα γενῶν, ὡς εἴρηται πρότε-ρον. καὶ γὰρ τοῦ ζώου τὸ μέν ἐστι, ποηφάγον. τὸ δὲ, σπερμοφάγον. τὸ δὲ, αρκοφάγον. καὶ τοῦορνέου ὑπὸ τὸ ζῶον ὄντος, αἱ αὐταὶ διαφοραίεισιν. ὁ μέντοι ἀριστοτέλης αἰτίαν εἰπὼντοῦ τὰς αὐτὰς διαφορὰς εἶναι, τῶ τὰ ἐπάνωτῶν ὑπ' αὐτὰ γενῶν κατηγορεῖσθαι, ἔοι-κετάς, τε συστατικὰς τῶν ἀνωτέρω διαφορὰς τὰς αὐτὰς λέγειν, καὶ τῶν κατωτέρω. καὶτῶν διαιρετικῶν ὡς εἴπον τὰς οἰκείας. ἐπιστῆσαι δὲ ἄξιον. ὅτι, ὅταν μὲν λέγη τῶνὑπάλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐτὰς εἶναι διαφορὰς, ὡς περὶ ἐνίων ἀπ' φαί-νεται. καὶ οὐχ ἁπλῶς περὶ πασῶν. ὅταν δὲ προσδιορίζηται τὰ ἐπανωτῶν ὑπ' αὐτὰκατηγορεῖσθαι, καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τὸσαύτας εἶναι δεῖ καὶτοῦ ὑποκειμένου, ὡς παρὰ πασῶν καθόλου ἀποφαίνεται, μηδεμίαν αὐτῶν ὑπεξαι-ρούμενος. αὐτὸς δὲ τὴν ἀπορίαν ἔλυσε ταύτην ὡς εἶπον. εἰ γὰρ διότι τὰ ἐπάνωῶν ὑποκάτω κατηγορεῖται, διὰ τοῦτο ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, καὶ τοῦὑποκειμένου ἔσονται. δῆλον ὅτι, οὐ πᾶσαι αἱ τοῦ ἐπάνω ἔσονται τοῦ ὑπικάτω, ἀλλ' αἱσυστατικαὶ μάλιστα, καὶ τῶν διαιρετικῶν τινές. καλεῖ δὲ ὁ ἰάμβλιχος τὰς μὲν συ-στατικὰς τοῦ γένους, γενικὰς. τὰς δὲ διαιρετικὰς, εἰ δικάς. ὥστε εἰ μηδαμως αἱ αὐ-ταὶ εἴεν διαφοραὶ τινῶν γενῶν, μὴδὲ τὰ αὐτὰ εἴδὴ, δῆλον ὅτι ἕτερά ἐστιν ἐκεῖνατὰ γένη ἀλλήλων καὶ οὐχ ὑπάλληλα. ἐὰν οὖν τῶν δέκα κατηγοριῶν ἕτεραι δει-χθῶσι διαφοραὶ, καὶ ἕτερα τὰ εἴδη ἐκ τῆς ἑκάστου διαιρέσεως, δῆλον ὅτι ἕτερα γέ-νη ἐστι καὶ οὐχ ὑπάλληλα. χρήσιμος οὖν ἡ τοῦ θεωρήματος τούτου προδιάρθρωσις,πρὸς τὸν περὶ τῶν κατηγοριῶν λόγον. δηλοῦσι δὲ καὶ αἱ πρὸς τὰς κατηγορίας ἐνστά-σεις, ἃς φέρειν εἰώθασιν, ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος διεῖλεν, ὡς τὸ ποιεῖν καὶ πάσχειν,