ἀλλὰ καὶ εἴδη τινά ἐστι μοναδικὰ. καὶ ἐν τοῖς αἰσθητοῖς, τὰ μὲν ἀίδιὰ πάντα, ὁ ἥλιος καὶἡ σελήνη, καὶ τῶν ἄλλων ἕκαστον. ἐν τοῖς γεννητοῖς δὲ ὡς ἰστοροῦσιν, ὁ φοίνιξ τὸ ὄρνεον.πῶς οὖν τὸ εἴδος κατὰ πλειόνων καὶ διαφερόντων τῶ ἀριθμῶ λέγεται. Πτουτομν κᾶν μὴ ἅματῶν ἀτόμων ὄντων ἀλλὰ κατὰ διαδοχὴν, πολλῶν κατηγορεῖται φοινίκων. ἐν δὲ τοῖςἰδίοις εἰ μὴ κατὰ πλειόνων λέγεται, οὐδέ ἔστι τοῦτο εἴδος δ νῦν ζητούμενον, τὸ ἀκατάτακτονκαὶ ἐν πολλοῖς θεωρούμενον, ἀλλὰ τὸ ἐν ὕλη κατατεταγμένον μοναδικὸν. ἐκεῖνο γὰρ κᾶν εἰπολλὰ εἴητοιαῦτα, πᾶσιν ὑπάρχει. καὶ ἔοικε τὸ τοιοῦτον εἴδος μέσον εἶναι τῶν τεἀτόμων καὶ τῶν κυρίως εἰδῶν. τῶ μὲν μοναδικῶ, τῶν ἀτόμων ὑπερέχον. τῶ δὲ ἐνὕλη γένεσθαι, ὑφειμένον τῶν κυρίως εἰδῶν. τὴν δὲ διαφοραν ὁ μὲν πορφύριος φησίν, ὡςἐπι το πολυ κατὰ πλειόνων εἰ δῶν λέγεσθαι. οὐ γὰρ ἀεί. ὁ δὲ ἰάμβλιχος καντινες διαφο-ρᾶν μὴ κατὰ πλειόνων εἰδῶν λέγωνται, ἀλλ' οὕτως ἔχουσαι φην καὶ αὗται, ὥστε ὅσον ἐφ' ἑαυ-ταῖς κατὰ πλειόνων ἂν ῥηθῆναι. ἰδικωτέρα δὲ φησιν ἐστι διαφορὰ καὶ τῆ ἐνύλω φύσει συγ-γενεστέρα, ἡ καθ' ἑνος εἴδους μεμερισμένη. ἀλλ' ὅμως καὶ περούτως διακειμένη, δύυνα-τὴν ἑαυτῆς λόγον, πλείοσιν εἴδεσιν ἑαυτὴν ἐν διδόναι. εἰ δὲ ἄλλη τίς συντυχίαμιν ἔχειπραγμάτων τὴν τῶν ὑποδεχομένων εἰς πλῆθος διάστασιν οὐκ εἰασεγενέσθαι, οὐδὲν ἐμπό-διόν ἐστι τοῦτο πρὸς τὴν οἰκεῖον τῆς διαφορᾶς λόγον. ἕτερα δὲ γένη ἐστι καὶ εἴδη καὶ δια-φοραὶ, τὰ ταῖς κατηγορίαις διαφέροντα. ὥστε καθ' ἑκάστην κατηγορίαν καὶ γένη καὶεἴδη εἶναι καὶ διαφορὰς. καὶ ὑπάλληλα δὲ γένη, ὧν τρ' ἕτερον ὑπὸ τρ ἕτερόν ἐστιν, ὡςὑπὸ τὸ ζῶον τὸ πτηνόν. οὐχ ὑπάλληλα δὲ, ὧν μηδέ τερόν ἐστιν ὑπὸ τὸ ἕτερον, ὡςζῶον καὶ ἐπιστήμη. ἐπειδὴ γὰρ τῶν γενῶν καὶ τῶν εἰδῶν, τὰ μέν ἐστι γένη μόνον, ὡς μὴ ἔχεινὑπὲρ ἑαυ τὰ γένος ὥσπερ ἡ οὐσία, τὰ δὲ εἴδη μόνον, ὡς μὴ ἔχειν μεθ' ἑαυτὰ εἶδοςὥσπερ ὁ ἀετος. τὰ δὲ μεταξὺ τούτων, οἷον ζῶον καὶ ὁρνεον. α καὶ εἴδη καὶ γένή ἐστιν. εἴδημὲν, ὡς πρὸς τὰ πρὸ ἑαυτῶν. γένη δὲ, ὡς προςτὰ μετὰ ταῦτα. τὸ γὰρ ὄρνεον, εἴδος μέν ἐστιτοῦ ζώου. γένος δὲ τοῦ ἀετοῦ. ὑπάλληλα δὲ λέγεται οὐχ ὅτι ἑκάτερον ὑπὸ τρ' ἕτερόν ἐστιν.ἐπεὶ οὕτωγε, καὶ γένος ἔσται καὶ εἴδος τὸ αὐτὸ τοῦ αὐτοῦ, ἀλλ' ὅτι τρ' ἕτερον μόνον ὑπὸ τὸἕτερον. ὅταν δὲ μηδέτερον ὑπὸ τὸ' ἕτερον ἧ, τότε οὐκ ἔστιν ὑπάλληλα. ὡς ζῶον καὶἐπιστήμη. ἑκάτερον μὲν γὰρ, γένος ἐστιν. οὔτε δὲ ἡ ἐπιστήμη τοῦ ζώου εἴδος ἐστιν, οὔτε τὸζῶον τῆς ἐπιστήμης. ὄντων οὖν ἑτέρων γενῶν καὶ τῶν μεταξύ, τοῦ, τε ἀνωτάτω γέ-νους καὶ τοῦ κατωτάτω εἴδους. καὶ μέντοι τῶν ἀνωτάτω τῶν κατὰ τὰς κατηγορίας, ὅτανλέγη τῶν ἑτέρων γενῶν, καὶ τὰ ἀνωτάτω ληπτέον, ὡς ὄντα ἕτερα γένη. καὶ τὰ μετα-ξύ ὄντα μὴ ὑπάλληλα ἢ, ὡς ζῶον καὶ ἐπιστήμη. καὶ γὰρ τὸ ζῶον, μετὰ τὴν οὐσίαν τέτακται.καὶ ἡ ἐπιστήμη μετὰ τὴν ποιότητα. τῶν οὖν ἑτέρων καὶ μὴ ὑπάλληλα γενῶν, ἑτέρας εἶναιδιαφορὰς φησὶ καὶ τὰς διαιρετικὰς, καὶ τὰς συστατικὰς ζώου γὰρ διαφοραὶ διαιρε-τικαὶ, τὸ λογικὸν καὶ τὸ ἄλογον. ἤπτηνον καὶ πεζόν. συστατικαὶ δὲ, τὸ αἰσθητικὸν. τῆς δὲἐπιστήμης, οὐκ εἰσιν αὗται διαφοραί. τῶν δὲ ὑπαλληλα, αἱ μὲν τοῦ ἀνωτέρω, πάντωςεἰσὶ συστατικαὶ καὶ τοῦ κατωτέρω. συνωνύμως γὰρ κατηγορεῖται. τῶν δὲ τοῦ ἀνωτέρωδιαιρετικῶν, τινὲς μὲν συστατικαί εἰσι τοῦ κατωτέρω, ὡς τοῦ ζώου τὸ πτηνον συνίστησι τὸὅρνεον. οὐκέτι μέντοι καὶ τὸ πεζόν. εἰσὶ δέ τινες αἱ αὐταὶ διαιρετικαὶ καὶ συστάτι καὶδ
Einzelbild herunterladen
verfügbare Breiten