τί ἐστι κατηγορούμενα καθ' ὑποκειμένου κατηγορεῖσθαι φασὶν, ἀλλὰ καὶ ἄλλα. οἷον τὸμουσικὸν κατὰ ἀριστοξένους. καὶ τὸ ἀθηναῖος κατὰ σωκράτους. καὶ ἴσως ἐκεῖνα ὅσα κατηγοροῦν.τες τινὸς, ἐκειῖνο εἶναι λέγομεν αὐτὸ ὅπερ κατηγορουμεν. βαδίζειν μὲν γὰρ λέγοντεςτὴν σωκράτην, οὐ λέγομεν βαδιζειν εἶναι τὴν σωκράτην. ἀθηναἱον δὲ εἶναι λέγεμεν καὶφιλοσοφον. καὶ ὅσα δὴ τούτων κατηγορεῖται λέγόντων ἡμῶν, ταῦτα ἐκεῖνα εἶναι, καὶ κατὰτοῦ ὑποκειμένου ῥηθήσεται. εἰ γὰρ ὁ σωκράτης φιλόσοφός ἐστιν, ὁ δὲ φιλόσοφος ἐπιστή-μων, ἔσται καὶ ὁ σωκράτης ἐπιστήμων. πάλιν δέ φησιν εἰ τὸ σῶμα λευκὸν, καὶ τὸ λευκὸνρῶμα, ἔσται καὶ τὸ σῶμα χρῶμα. ἢ τὸ λευκὸν δύοσται. τήν τε ποιότητα, καὶ τὸ κεχρωσμένον.καὶ τοῦ μὲν σώματος, τὸ κεχρωσμένον κατηγορεῖται. οὐ γάρ ἐστι τὸ σῶμα λευκότης. τῆς δὲποιότητος, οὐτὸ χρῶμα, ἀλλ' ἡ λευκότης. ὥστε οὐ τὸ χρῶμα κατηγορηθήσεται τοῦ σώμα-τὸς, ἀλλὰ τὸ κεχρωσμένον. Τῶν ἑτερογενῶν καὶ μὴ ὑπαλληλατε ταγμένων, ἕως τοῦ, καὶτοῦ ὑποκειμένου ἔσονται. ἐν τούτοις δέον εἰπεῖν, τί γένος. καὶ τί εἶδες. καὶ τί διαφορά. καὶἀ σχέσιν ἔχουσι πρὸς ἄλληλα. εἴς τε ἑτερότητα καὶ κοινωνίαν. τὸ τοίνυν γένος λέγεταιμὲν παλλαχως, ὡς καὶ ἐν τῆ εἰσαγωγῆ ἐδήλωσε καὶ ἐδίδαξεν ὁ πορφύριος. τὸ δὲ νῦν παρα-ληφθὲν, γένος ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῶ εἴδει ἐν τῶ τί ἐστι κατηγορούμενον.εἶδος δὲ, τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῶ ἀριθμῶ, ἐν τῶ τί ἐστι κατηγορούμενον. διαφο-ρὰ δὲ, ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῶ εἴδει ἐν τῶ ὁποῖον εἶναι κατηγορουμένη. ἀλλὰτῶ μὲν εἴδει διαφέρει, ὅσα τῶ λόγω τῆς οὐσίας ἀλλήλων κεχώρισται. τῶ δὲ ἀριθμῶ διέ-χ, Ι ἐστηκεν, ὅσα συνδρομη συμβεβηκότὴν τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως. φωρίσατο.καὶ ἐν μὲν τῶ τί ἐστι κατηγορεῖται, ὅσα ἐν τῶ λόγω τῶ, τί ἦν εἶναι λέγοντι περιέχεται, τὸ οὐ-σιῶδες καὶ κοινὸν ἐν τῶ πράγματι δηλοῦντα. ἐν δὲ τῶ ὁποῖον τί ἐστιν, ὅσα τὸ οὐσιῶδεςμετὰ τῆς ποιότητος συνείληφε. τὸ γὰρ λογικὸν, οὐχ ἁπλῶς ποιότης ἐστιν, ἀλλ' ζωώδῆςποιότης. καὶ δεῖ τὴν διαφορᾶν οὐσιωδῶς καὶ κατὰ τὸ εἶναι χωρίζειν, ἀλλ' οὐ κατά τι συμβεβηκός.δ ἀνθρώπεο τὸ πλευστικόν ἐστιν, οὐκ ἐστιν αὐτὴ οὐσιώδης διαφορά. δεῖ δὲ τὴν δαφορὰνμέρος τῆς οὐσίας εἶναι. περὶ γὰρ τὴν οὐσίαν τὴν κεχωρισμένην ἰδιότητα ἀφορίζει. διεφέροι-σι δὲ ἀλλήλων εἶδος καὶ διαφορά, ὡς ὅλον καὶ μέρος. περιέχεται γὰρ ὑπὸ τοῦ ὅλουείδους ἡσυστατικὴ τοῦ εἴδους διαφορά, ὡς ὑπὸ τοῦ ἀνθρώπου τρ λογικὸν. ποτὲ δὲ καὶ τἂντν ὄλου εἴ-δους ἡ διαφορὰ λέγεται. ὥσπερ τὸ ἀθάνατον καὶ τὸ θνητον, ἀντὶ θεῶν καὶ ἀνθρώπων. τῶν δὲδιαφορῶναι μὲν, γενῶν εἰσιν. αἱ δὲ, εἰδῶν. τοῦ μὲν οὖν γένους, αἱ μὲν συστατικαὶ, ὅσαι κατὰ πανὸςλέγονται. αἱ δὲ διαιρετικαὶ, ὅσαι διηρημένως μὲν κατ' αὐτοῦ οὐ λέγονται. ὁμοῦ δὲ πᾶσαντοῦ δὲ εἴδους εἰσιν αἱ εἰδοποιοὶ καὶ μόναι ὧν ἑκάστη κατὰ τὸ ἀντιδιηρημένον πρὸς ἕκαστον τῶνεἰδῶν ἀφορίζεται, ἀλλ' οὐχ ἅμαπάσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἐν γένος, οὕτω καὶ πολ-λαὶ διαφοραίπρὸς ἐν εἶδος συντελοῦσιν. ὁ δὲ ἑρμῖνος, τὰς συμπλήρωτικὰς οὐκἀξιοῖ διαφορὰς καλεῖν, ἀλλὰ μόνας τὰς διαιρετικάς. ἀλλὰ πῶς τὴν διαφορὰν κατὰ δια-φερόντων τῶ εἴδεὶ λέγομεν. καὶ τὸ εἶδος κατὰ διαφερόντων τῶ ἀριθμῶ. ἴδου γὰρ τινὲςδιαφοραὶ καθ' ἑνὸς εἴδους λέγονται, ὡς τὸ κοῦφον κατὰ τοῦ πυρός. καὶ γὰρ τὰ ἄλλα κούφα διὰτὸ πύριον. καὶ τὸ βαρυ κατὰ τῆς γῆς. καὶ ὅλως αἱ ἔσχατοι διαφοραὶ, καθ' ἕκαστον εἶδος.ὡς ἐπὶ ἀνθρώπο, τὸ, νοῦ καὶ ἐπιστήμης δεκτικὸν. αἰτινες καὶ ἀντιστρέφουσι πρὸς τὸ ὁριστόν.
Einzelbild herunterladen
verfügbare Breiten