Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἐν χρόνω εἰσί. ὁ σωκράτης καὶσυμβεβηκός. ἐν ὑποκειμένω. ἔν τινηςκαὶ ἐντόπω. β ὁ πλάτων. αεἰ δέ τις τὸ ἔντινι, ὡς ἐν ὕλη εἶδος περιλαμβάνεσθαι νομίζοιτο τῶ λόγω, διότι καὶτοῦτο ἐν τῆύλη ἐστιν, οὐχ ὡς μέρος αὐτῆς καὶ ἀχώριστόν ἐστιν ἀπ' αὐτῆς. εἴρηται γὰρ πρό-τερον, ὅτι τὸ ἔν τινι νῦν, ὡς ἐν συνθέτω οὐσία φησίν. ἐφ' ἡς καὶ ἡ οὐσία καὶ τὸ τί ἐπα-ληθεύειν δύναται. Τητεῖν δὲ ἄξιον δια τὶ μετὰ τὴν καθόλου οὐσίαν τὸ μερικὸν συμβεβηκὸςἔταξε, καὶ οὔτε καθόλου τί, οὔτε οὐσίαν. κᾶν γὰρ τετραγωνικῶς αὐτὰ καταγράψης, ἄνω μὲντὰ καθόλου τάξας, κάτω δὲ τὰ μερικά, οὔτε τὰ κατὰ τὸ μῆκός, οὔτε τὰ κατὰ τὸ πλάτοςεὑρήσεις συντεταγμένα, ἀλλὰ τὰ διαγώνια. τούτου δὲ αἴτιον, τὸ καὶ πᾶσαν μὲν διαί-ρεσιν εἰ μέλλοι τὸ ἀπαράληπτον ἔχειν, κατὰ ἀντίφασιν ὀφείλειν γίνεσθαι. ἐνταῦθα δὲ ἔτιμᾶλλον οἰκειοτέρα ἡ λῆψις. ὡς τὸ καταφατικὸν, τῶ ἀποφατικῶ. καὶ τὸ καθ' ὑποκει-μένου, τῶ οὐ καθ' ὑποκειμένου. καὶ τὸ ἀποφατικὸν τῶ καταφατικῶ, ἀντιτιθεῖσα τὸοὐκ ἐν ὑποκειμένω τῶ ἐν ὑποκειμένω. τὸ δὲ καθ' ὑποκειμένου τελέγεται καὶ ἐν ὑποκει-μένω ἐστιν. ὅτι μὲν τὸ καθόλου συμβεβηκὸς οὕτως ὀνομάζει, δῆλον ἂν ἐκ τῶν εἰρημένωνεἴη. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐν τούτοις πᾶσι τὰ καθόλου καὶ γενικά, ὡς ἐν ὑποστάσειὄντα τίθησιν. ὥσπερ τὴν καθόλου ἐπιστήμην. καὶ δῆλον ὅτι αὕτη, ἐν τῆ καθόλου ψυ-χῆ ἐστι. καὶ πρὸ ὀλίγου δὲ τὰ ὄντα διεῖλεν εἰς τὰ καθόλου καὶ εἰς τὰ κατὰ μέρος. καὶ ἴσωςτοῖς πυθαγορείοις ἀκολουθῶν. ἀφ' ὧν τὴν περὶ τῶν δέκα γενῶν διδασκαλίαν παρέλαβεν.ἢ Απλῶς δὲ τὰ ἄτομα καὶ ἐν ἀριθμῶ. ἕως τοῦ, οὐδὲν κωλύεται εἶναι.καὶ τὸ ἐν ὑποκειμένω καὶ τὸ καθ' ὑποκειμένου αὐτὸς ὀνομάσας, πρῶτος ἐδεῖτο σαφη-νίσαι, τίποτε βούλεται αὐτῶ τὰ ὄνοα. πρότερον οὖν τὸὲν ὑποκειμένω ἐξηγη σάμε-νος, νῦν τὶ δηλοῖ τὸ καθ' ὑποκειμένου παρίστησι. μᾶλλον δὲ πρότερον, τί οὐσι παραδί-δωσιν. ἔπειτα οὕτως τίνα ἔχει δύναμιν. λέγειοὖν ὅτι τὰ ἄτομα. ταῦτα δέ ἐστι τὰμὴ τεμνόμενα διαφοραῖς. καὶ διὰ τοῦτο, μὴτε γένει μήτε εἴδει ἐν ὄντα, ἀλλὰ ἀριθμῶμόνον. ὡς ἐν τῶ ἀριθμεῖσθαι τὸ ἐν ἔχοντα. ταῦτα οὖν κατ' οὐδενὸς ὑποκειμένε λέ-γεται. οὐ γὰρ ἔχει τὶ μερικώτερον ἑαυτῶν, οὐ κατηγορηθήσεται ὡς καθ' ὑπικειμένου. εἰ δὲ τὸὄνομα τοῦ σωκράτους, αὐτοῦ τοῦ σωκράτους κατηγορεῖται ὡς ὑποκειμέν το αὐτῶ, οὐ περὶτῆς τοιαύτης κατηγορίας ὁ λόγος ἐστιν, ἀλλὰ τῆς ἄλλου κατ' ἄλλων συνωνύμως γινο-μένης. ὅπερ τοῖς ἀτομοῖς οὐχ ὑπάρχει. εἰπὼν δὲ τὸ κοινὸν παντὸς ἀτόμε ὅτι οὐκ-ἔστι καθ' ὑποκειμένου, καὶ τὴν διαφορᾶν προστίθησι. δυνατὸν γὰρ τὸ μέντοι ἐν ὑποκειμέ-νω εἶναι. τοῦτέ στι συμβεβηκὸς εἶναι. τὸ δὲ, δῆλον ὅτι οὐκ ἐν ὑποκειμένω. ὅπέρ ἐστινγς β