σακτοι ποιότητες, ἀλλὰ συμπληρωτικαὶ τῆς οὐσίας, μέρη τῆς οὐσίας οὖσαι, καὶ αὐταὶοὐσίαι εἰσί. καὶ τῆ οὐσία συμπερὶ λαμβάνονται. τὰ γὰρ μέρη τῆς οὐσίας, οὐσίαι κατὰτὸν ἀριστοτέλην. καὶ ἴσως διὰ τοῦτο τὴν οὐσίαν οὐκ εἴπεν ὑποκείμενον, ἀλλ' οὐκ ἐν ὑπο-κειμένω. ἵνα καὶ τὰς τοιαύτας περιλάβη ποιότητας. Αποροῦσι δέ τινες καὶ περὶτῆς εὐωδιας τοῦ μήλου, καὶ τῶν ἐξατμιζομένων θυμιαμάτων. ἡ γὰρ εὐωδια συμ-βεβηκὸς οὖσα, μεταβαίνει ὅμως ἐκ τοῦ μήλου καὶ τῶν θυμιαμάτων, εἴς τε τὸν ἀέ-ρὰ καὶ τὰ ἰμάτια. καὶ ἡ τοῦ μέλιτος γλυκύτης, εἰς ὅλον τὸ μελίκρατον. καὶ σκορό-δου καὶ ῥαφανίδος ἀλλοιωθέντων ἤδη ἐν τῆ γαστρὶ, ἡ δυσωδία δὴληγίνεται τοῖς ὄμι-λοῦσιν. Αλλ' ἐπιστῆσαιχρὴ, ὅτι οὐκ εἶπεν ἀριστοτέλης ἀδύνατον αὐτὸ χωρισθῆναι τοῦἐν ὧ ἦν, ἀλλὰ τοῦ ἐν ὧ ἐστι. καν γὰρ τὸ πρός τι ὑποκείμενον ἀπολείπη συνεχοῦς ὄντος τοῦ παν-τὸς, ἢκατὰ ἁφην, ἢ κατὰ ἕνωσιν, δύναται ἐφ' ἑτέροις μεταβαίνειν, μὴ ὄντος μετα-ξύκενοῦ. καὶ πῶς ποιότης τῆς ἐκτὸς οὐσίας μεταβήσεται. ἔσται γὰρ οὕτω χωριστῆτὴν φύσιν καὶ ἐναλλαγηγίνεται μεταβαίνουσα. μήποτε οὖν ἄμεινον λέγειν, ὅτι πά-σα μὲν εὐωδια καὶ παντοιοῦτον συμβεβηκὸς, μετὰ τῆς οἰκείας οὐσίας ἐστι. καὶ οὐδέ-ποτε ταύτης ἀποσπάται. ἡ δὲ οὐσία, ποτε μὲν ἐξαπλοῦται μανουμένη, καὶ ταῖςἄλλαις οὐσίαις ἐγκατασπείρεται. ποτε δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχή, καὶπεφυκότα πάσχειν, ὅπερ ἐπὶ τοῦ πυρὸς ἐναργῶς ὁράται. οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπιν-θήρ ἐστιν, ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμονος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ' ὀλίγον πολλαπλα-σιασθὲν πῦρ. μὴ ποτε δὲ ἐκ τῶν προειρημένων, δῆλον ὅτι ἡ εὐωδία τοῦ μήλου καὶτῶν θυμιαμάτων συμπλήρωτικαὶ τὴν εἴδους οὖσαι, οὐδὲ ἐν ὑποκειμένω ἂν λέγοιν-τὸ τῶ συμπληρουμένω. ὅτι δὲ οὐσία τίς συνδιαφορεῖται ταῖς τοιαῦταις εὐωδι-αις, δηλοῖ ῥυτιδούμενον τὸ μῆλον, καὶ δαπανώμενα τὰ θυμιάματα. Αλλὰ πῶςφησιν οὐχὶ καὶ αἱ ἄτομοι οὐσίαι, οἷον, σωκράτης, καὶ πλάτων, τῶ λόγω τῶν ἐν ὑποκει-μένω ὑπαχθήσονται, καὶ ἔσονται συμβεβηκότα, εἴπερ καὶ ἔν τινι ἐστιν ὁ σωκρά-τὴς. ἐντόπω γὰρ καὶ χρόνω. καὶ οὐχ ὡς μέρος. καὶ ἀδύνατον χωρὶς εἶναι τόπου καὶχρόνου. κᾶν γὰρ τοῦδὲ μεταστῆ τοῦ τόπου, πάντως ἐν ἄλλω ἔσται, ὡς καὶ ἐπὶ τῆς εὐω-διὰς ἐλέγετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ τόπου λύειν ὁ βοηθὸς ἔδοξεν εἰπὼντὰ κινούμενα μὴὅλως εἶναι ἐντόπω. δηλαδὴ τινικαθὸ κινοῦνται, ἐν ἀτόμοις αὐτῶν γέγονε. τὸ δὲοὐ γέγονεν, οὐκ εἰσὶν ἐντόπω. οὐδὲ ὡς ὅλον ἐν ὅλω τῶ περιέχοντι τὸ περιεχόμενον.ἐπείτοιγε κατὰ τὰ μέρη, ἐν τόπω μεριστῶς ὑπάρχει. οὐδὲ γὰρ ἐστιν ἔξω. τοῦτο γὰρἐν τῶ περὶ κινήσεως δέδεικται. τῶ δὲ αὐτῶ λόγω, οὐδὲ ἐν χρόνω εἴη ἂν μερικῶ. ῥέοντοςγὰρ συνεχῶς τοῦ χρόνου, ἄλλα ἀεὶ καὶ ἄλλως ἐστιν. ὥστε εἴπερ ἄρα ἐν τῶ καθόλου χρό-νω ἐστιν. ἀλλὰ καὶ τοῦτο λύων ὁ βοηθὸς, πρῶτον μὲν οὐδὲ εἶναι τὸ καθόλου ἐν ὑπο-στάσει κατὰ τὸν ἀριστοτέλην φησίν. εἰ δὲ καὶ εἴη, οὐτί εἶναι. ὁ δὲ ἀριστοτέλης ἔν τινι τῶεἶναι εἶπεν. ὥστε οὐ δύναται τὸ ἔν τινι ὂν ἐν τῶ καθόλου εἶναι. ῥαδίως δαν αίτοι-αὗται ἀπορίαι διαλύοιντο, εἰ τὸ ἐν τῶ ὑπάρχον συντάξομεν. τὸ γὰρ συμβεβηκὸςἐν ὑπάρχει τῶ ὑποκειμένω. οὔτε δὲ τὰ ἐντόπω. οὔτε τὰ ἐν χρόνω λέγοιτο.
Einzelbild herunterladen
verfügbare Breiten