Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἀλλ' ἐπειδὴ ὁ ἀριστοτέλης δι' ὀνομάτων ἀσυνήθεστέρων τὰ εἰρημένα ἐδήλωσε, δεῖ ταῦ-τα μεταλαβεῖν, εἰς τὰ ὑπὸ τοῦ φιλοσόφου λεγόμενα. τὸ μὲν οὖν συμβεβηικὸςἐν ὑποκειμένω ἐκάλεσε. διότι μη ὃν αὐτοκρατες, ἑτέρου δεῖται πρὸς τὸ ἐναὐτῶ εἶ-ναι. τὴν δὲ οὐσίαν, κατὰ τὴν τοῦ συμβεβηκότος ἀπόφασιν. ἐπειδὴ γὰρ ἀληθὲς εἰπεῖν,ὅτι τὰ ὄντα ἢ αὐτοκρατῆ ἐστιν, ἢ ἐν ἑτέροις ὑποκειμένοις τοῖς αὐτοκρατέσιν ἔχει τὸεἶναι. ταυτὸν δὲ εἰπεῖν, ἢ οὐσία ἐστὶν, ἢ συμβεβηκότα. ὅσα μὴ εἰσὶ συμβεβηκότα, πάν-τως οὐσίαι εἰσί. καὶ ὅσα παρὰ τὰ ἐν ὑποκειμένω, οὐκ ἐν ὑποκειμένω ἐστί. πάλιν δὲ, ἐπεὶτὰ μὲν καθόλου ἐστὶ, τὰ δὲ μερικὰ, καὶ οὐδὲν τῶν ὄντων ἐκφέύγει τὴν διαίρεσιν. καθό-λου δέ ἐστι τὰ πλειόνων κατηγορούμενα συνωνύμως, ὅπερ καθ' ὑποκειμένου καλεῖ.τὸ γὰρ κατηγορούμενον οὕτως, τοῦ οὐ σιωδῶς ὑποκειμένου κατηγορεῖται. μερικὸνδὲ τὸ μὴ τοιοῦτον, εἰκότως τῆ ἀποφάσει τοῦ καθ' ὑποκειμένου τὸ μερικὸν ἐσήμανε.καίτοι ἐν ἄλλοις τἂτῦ συμβεβηκότος χρῆται τῶ καθ' ὑποκειμένου. ἀλλ' ἐπειδὴ τεσσά-ρωνόντων τῶν συμπλεκομένων ἑξ λέγομεν τὰς συμπλοκὰς γίνεσθαι, τὴν κοινὴν ἰστέ-ον μέθοδον, καθ' ἣν δυνατὸν εὑρίσκειν ὁ σωνοῦν ὅρων δοθέντων ποσαιγίνονται αἱσυνδύο αὐτῶν συμπλοκαί. δεῖ διὰ τὸν, τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν, ἐπὶ τὸν μονάδι ἐλάττονα πολλαπλασιάζειν. καὶ τοῦ λεγομένου τὸ ἥμισυ συλλαβόντα, τοσαύταςλέγειν εἶναι τὰς συμπλοκὰς. καὶ ἡ αἰτία τῆς μεθόδου δήλη. Επειδὴ γὰρ ἕκαστον πρὸςτὰ λοιπὰ πάντα σχέσιν ἔχει, καὶ εἰσὶν αἱ σχέσεις μονάδι ἐλάττονες τῶν ὅρων, ἅτεμεταξύ τῶν ὅρων οὖσαι, διατοῦτο τὸν τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν ἐπὶ τὸν μονάδι' ἐλάττονα πολλαπλασιάζομεν. ἵνα δὲ μὴδὶς τὰς αὐτὰς σχέσεις λαμβάνωμεν.τήντε τῆς οὐσίας τυχὸν, πρὸς τὸ συμβεβηκὸς καὶ τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν, τὸ ἥμισυ τῶν γενομένων λαμβάνομεν. Τί δὴ ποτε δὲ μὴ κατὰ τὸ σύνηθες ἐχρη-σατω τοῖς σημαινομένοις καθόλου οὐσίαν λέγων καὶ μερικὸν συμβεβηκὸς, καὶ τὰλοιπα. ὅτι δι' ἐμφαντικωτέρων ὀνομάτων ὑπογραφην ἑκάστου παραδέδωκε. τὸ γὰρἐν ὑποκειμένω εἶναι, τὴν οὐσίαν τοῦ συμβεβηκότος παρίστησιν, ὥσπερ τὸ καθ' ὑπὸκειμένου τὴν τοῦ καθόλου. καὶ εἰκότως δι' ὑπογραφῆς αὐτὰ δε δήλωκεν. οὐ γὰρ ἦνγένη τῶν γενικωτάτων ἀποδοῦναι. ὥστε οὐδὲ ὁρισμοὺς. οἰκείως δὲ τῶ μὲν συμβεβη-κότι, τὸ ἐν ὑποκειμένω εἶναι ἀποδέδωκε. καὶ τῆ οὐσία τὸ μὴ εἶναι ἐν ὑποκειμένω. τῶδὲ καθόλου οὐκέ τι τὸ εἶναι καθ' ὑποκειμένου, ἀλλὰ τὸ λέγεσθαι. λέγεται γὰρ κατὰτοῦ ὑποκειμένου, εἴτε ἐστιν ἐν ὑποστάσει, εἶτε μή ἐστι. καί τοικὰν ἀλλαχοῦ ὡς μὴ ὄντων τῶν καθόλου διαλέγηται, ἐν τούτοις ὡς ὄντα διαιρεῖται. τῶν γὰρ ὄντων φησίν.οὐκ ἔστι δὲ κυρίως διαίρεσις ἡ εἰς τὰ τέσσαρα, ἀλλὰ ἀπαρίθμησις μᾶλλον. ὡς εἶτιςδεικνύων πλείονας ἀνθρώπους λέγοι, τούτων οἱ μέν εἰσὶ λακεδαιμόνιοι. οἱ δὲ, ἀργεῖοι.ἢ Εν ὑποκειμένω δὲ λέγω, ἕως τοῦ, οὔτε ἐν τῶ ὑποκειμένω ἐστιν, οὔτε καθ' ὑποκει-μένου τινὸς λέγεται.εῖ τρ τδΑὐτὸς θεὶς τὸ ὄνμα τοῦ ἐν ὑποκειμένω, εἰκότως τὸ λέγωπροσέθηκε. καὶ γένος μὲν τὴν ἐν ὑποκειμένω, τὸ ἔν τινι παρέλαβε. τὰ δὲ ἐφεξῆς διαφορὰς τῶν ἔντινι τῶν λοιπῶν χωριζούσας.