οὐ γὰρ τὰ πράγματα σντα οὐσίαν καὶ ποσόν. ἀλλ' ἔστιν οὐσία καὶ ποσόν. αἱ δὲ περὶ τῶνπραγμάτων λέξεις εἰσιν, αἱ σημαίνουσαι. ὁ δὲ βοηθὸς μόνα λεγόμενα καὶ σημαινό-μενα, τὰς νοήσεις εἶν αίφησι, παρὰ τοῖς ἀρχαίοις. οὐ γὰρ εἶναι τὸ ἀληθὲς καὶ τὸ ψεῦ-δος ἐν τοῖς πράγμασιν, ἀλλ' ἐν διανοίαις καὶ ταῖς τοῦ νοῦ διεξόδοις, ὡς καὶ αὐτὸς ἀρι-σοτέλης ἐν τῶ περὶ ψυχῆς διδάσκει. ἀλλὰ καὶ ἡ διάνοια διὰ τοῦ λόγου σημαίνεται.οἰκειότερον οὐν λεγόμενα τὰς λέξεις λέγειν τὰς σημαντικὰς, καθὸ σημαντικὰς. διό-τι καὶ αἱ κατηγορίαι οὔτε τὰ πράγματα ἡσαν ὡς ἐδείκνυτο, οὔτε τὰ νοήματα. οὔτεαἱ λέξεις ἁπλῶς καθὅσον φωναί. ἀλλ' αἱ λέξεις αἱ σημαντικαὶ τῶν πραγμάτων, διὰμέσων τῶν νοημάτων καθ' ἕκαστον γένος διακρινόμεναι, αὗται τὰς κατηγορίας πα-εείχοντο. καὶ τὰ λεγόμενανῦν κατὰ τὰς λέξεις τὰς σημαντικὰς ἀκουστέον. ὧν αἱ μὲν,κατὰ συμπλοκὴν λέγονται. αἱ δὲ, ἄνευ συμπλοκῆς. πλεοναχῶς οὐν καὶ ἡ συμπλοκὴλέγεται. συμπλέκεσθαι γάρφησιν ἢ διὰ συναπτικοῦ συνδέσμου, ἢ κατὰ τὴν τῶν πραγ-μάτων συγγένειαν. καὶ διὰ συναπτικοῦ συνδέσμου, ἢ ἁπλῶς ὅταν λέγωμεν, εἰ ἡ μέρα ἐστὶ,φῶς ἐστιν. ἢ διασυμπλεκτικοῦ συνδέσμου, ὡς ὅταν εἴπωμεν, καὶ ἡ μέρα ἐστὶ καὶ φῶς ἐστι.κατὰ συγγένειαν δὲ ἡ συμπλοκὴ, ὅταν τὰ συμβεβηκότα κατὰ τῶν οὐσιῶν λέγηται. ἐπειδὴφύσιν ἔχει ἐν αὐταῖς ὑπάρχειν. εἴ τε ὡς ποιὰ συμβέβηκεν εἴτε ὡς πῶς ἔχοντα. ὥσ-περ τὸ δεξιὸν καὶ τὸ ὑποδεδέσθαι. καὶ γὰρ οὐσία μέν ἐστι, τὸ καθ' αὑ τὸ ὅλον ὑπάρχον. σύμ-βεβηκὸς δὲ, τὸ ἐν ἄλλω γινόμενον. ἡ οὖν τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν συμπλοκὴ, τὸντε ὑποκείμενον ὅρον ὁρίζει ἐν τῆ προτάσει, καὶ τὸ, συμβεβηκὸς ὅπως ἔχει πρὸς αὐτὸ σνται.ἐπειδὴ γὰρ ἦν μὲν καὶ καθ' αὑ τὸ λαβεῖν τὸ συμβεβηκὸς, ἦν δὲ καὶ τῶ ὑποκειμένω συντι-θέναι, ἀμφοτέρως αἱ κατηγορίαι γίνονται. ὅταν μὲν γὰρ λέγω τὸ λευκὸν εἶναι, καθ' ἑαυτὸπερι λαμβάνω τὸ λευκόν. ὅταν δὲ λέγω, ὅτι τόδε λευκόν ἐστιν, οὐδὲν ἕτερον λέγω, ἢὅτι τόδε λευκότητα ἔχει. τὸ οὖν εἶναι καὶ τὸ ἔχειν, συνδέσμων ἔχει δυνάμεις. ἀλλὰ καὶὅταν τὰ γένη κατὰ τῶν ὑποκειμένων κατηγορῆται, τοῖς γενικοῖς ὡς συμβεβηκοσι προςχρωμεθα. διόπερ συντιθέμενα διὰ τοῦ εἶναι ἢ τοῦ ἔχειν, ὡς διὰ συνδέσμων τούτων συμ-πλέκεται. Τρίτη δέ τις ἐστὶ συμπλοκὴ, κοινῶς πᾶσα τῶν τοῦ λόγου στοιχείων ἡ συν-θεσις. ὁ ποιάποτ ἄν ἡ αὐτή. ἐάντε ὀνόματα συντιθῶμεν, οἷον, ζῶον λογικὸν θνητὸν, ἐάν-τε ῥήματα, οἷον, περιπατεῖ καὶ διαλέγεται. ἐάντε ἐλλειπῆ, ὥσπερ τὸ σωκράτους προϊόν-τος. ἐάντε αὐτοτελή, ὥσπερ τὸ πῆ, δὴ, καὶ πόθεν. ἐάντε τὴν πρώτην τοῦ ῥήματος πρὸςτὸ ὄνμα σύζευξιν ποιώμεθα, ὡς τὸ σωκρατὴς περιπατεῖ. ὅπερ γὰρ ἐπὶ τῶν γενῶν τοῦὄντος εἴπενὁ πλάτων, ὅτι τὰ μὲν, κοινωνεῖν ἐθέλει πρὸς ἄλληλα, τὰ δὲ οὐδαμῶς συμ-μίγνυται, τοῦτο καὶ ἐπὶ τῶν τοῦ λόγου μορίων ἀληθὲς εἰπεῖν τῶν σημαντικῶν. ὅτι συμ-πλέκεται μὲν τὰ τῶν συνηρμοσμένων πραγμάτων δηλωτικά. οὐ συμπλέκεται δὲ τὰ σημαντι κὰ τῶν κεχωρις μένων. ἐπεὶ δὲ καὶ τῆς κοινωνίας τῶν ὄντων, ἡ μὲν, ἦν σύμφυτος, ἡ δὲ,ἐπίκτητος, καὶ συμπλοκῆς διττὰ εἴδη ἔσται τὰ ἀνωτάτω. τό, τε τῶν συμβεβηκότων ὡςἓν ὑπαρχόντων, καὶ τῶν διὰ συνδέσμων λεγομένων. ὡς ἔξωθεν τὸ ἓν ἔχόντων. τὸ δὲ ὡς συμβεβηκὸς συνταττόμενον, ἢ ῥῆμα ὄν, ὡς τὸ τρέχει. νικά. ἡμετὰ ῥήματος κατηγορούμενον,
Einzelbild herunterladen
verfügbare Breiten