ὅτ ῶν λεγομένων, τὰ μὲν, κατὰ συμπλοκὴν λέγεται. ἕως τοῦ, τρέχει. νικά.τετὰ τὴν τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων διδασκαλίαν, τὴν εἰς τὰς κατη-γορίας εἰς βολὴν, διὰ τῆς οἰκείας τῆ πραγματεία διαιρέσεως ποιεῖται. ἐπειδὴ γὰρ περὶτῶν ἁπλῶν ἦν λέξεων ὁ σκοπὸς καθὸ σημαντικαίεισι, διαίρεσιν ποιεῖται τῶν λε-γομένων, εἴς τε τὰ κατὰ συμπλοκὴν λεγόμενα, περιὼν οὐ πρόκειται νῦν εἰπεῖν, ἀλλ' ἐν τῶπερὶ τῶν προτάσεων λόγω, καὶ εἰς τὰ ἄνευ συμπλοκῆς. καὶ ταῦτα λοιπὸν εἰς τὰς κατηγορίας διαιρεῖται. καὶ ὅτι τοῦτον ἔχει τὸὴν σκοπὸν ἡ διαίρεσις, αὐτὸς ἐδήλωσεν ἀρι-στοτέλης ὀλίγον προελθών. ἐν οἷς φησι, τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον.ἤτοι οὐσίαν σημαίνει, ἢποσόν. ἢ ποιόν. ἢ πρός τι. ἀνελλιπὴς δὲ ἡ διαίρεσις πενταπε-ριλαβοῦσα τὰ λεγόμενα καὶ τὰ ὄντα. ὧνόμασε δὲ πρότερον τὰ κατὰ συμπλοκὴν, ὅτιπρότερον ἐντυγχάνομεν τοῖς αἰσθητοῖς. ἅπέρ ἐστι σύνθετα. ὕστερον δὲ, ταῖς τοῦτων ἀρχαῖς, αἱ εἰσιν ἁπλουστεραι. ἢ ὅτι διὰ τῆς ἀποφάσεως τῶν κατὰ συμπλοκὴν, ἔμελλετα ἁπλᾶ δηλοῦν. οὐκ ἄν δὲ γνωσθείη καλῶς ἀπόφασις, μὴ πρότερον ἐκείνου γνω-ντος, οὗπέρ ἐστιν ἀπόφασις. καὶ ἐκεῖνο δὲ ἀληθες εἰπεῖν, ὅτι ὅταν διελόντες τί,τὸ μὲ πρότερον τμῆμα τῆς διαιρέσεως καταλείπωμεν, τὸ δὲ ἕτερον ἐπιδιαιρῶμεν.καὶ πρότερον μὲν, τάττομεν τὸ ὑπερτιθέμενον. ὕστερον δὲ, τὸ διαιρούμενον. τὸ μὲν διαιρούμενον, ἵνα μὴ ἀναλαμβάνειν αὐτὰ δεηθῶμεν, ἅπερ ὑπερεθέμεθα. πάλιν δὲ ταῦτα πρό-τερον τὰ ὑπερτιθέμενα, ἵνα κατὰ σειραν ἡ διαίρεσις ἡμῖν προίη. εἴγε καὶ οἱ παλαιοὶκυρίως μὲν λεγόμενα, τὰ διὰ λόγου σημαινόμενα ἔλεγον. κατὰ χρηστικῶς δὲ, καὶ τὰδι' ἁπλῆς λέξεως. ὁ δὲ λόγος, ἐπεὶ κατὰ συμπλοκὴν λέξεων προφέρεται, εἰκότως τὰλεγόμενα διαιρῶν, τῶν κυρίως λεγομένων πρῶτον ἐμνήσθη. Ιστέον δὲ ὅτι λεγο-μενά ἐστι καὶ τὰ πράγματα περὶ ὧν ὁ λόγος, καὶ τὰ νοήματα τὰ περὶ τῶν πραγ-μάτων. διὸ ὅταν οἰώμεθα μὴ νενοη κότα λέγειν τὴν λέγοντα, λέγωμεν οὐδὲν λέγεις. κᾶνπροφέρη τινὰ λόγον ἢ λέξιν κατὰ τρίτον σημαινόμενον, καὶ αὐτὴ ἡ λέξις ἡ σημαντικὴκαὶ ὁ λόγος, λεγομενόν ἐστι. λέγει γάρτις τὴν λέξιν καὶ τὸν λόγον. καὶ κατὰ τέταρτον, καὶἡ ἀσημος λέξις, οἱτο βλίτυρι. καθόσον ὅλως προφέρεται, τῶν λεγομένων ἐστὶν. ἀλλ' ὀγεβοηθὸς ἐπὶ μὲν τῶν ἀσυμπλόκων, τετραχῶς τὸ λεγόμενον ἀκούειν ἀξιοῖ. ἐπὶ δὲ τῶν κατὰσυμπλοκὴν, τριχῶς μόνον. οὐ γὰρ εἶναι τὰ συμπεπλεγμένα πράγματα. οἷον, τὸ ἡμέ-ρα ἐστὶ λεγόμενον. οὐχ ὅτι οὐδὲν σημαίνει ὁ λόγος, ἀλλ' ὅτι οὐκ ἔστι τοῦ πράγματοςὄνομα ὥσπερ τὸ ἡμέρα. ἀλλ' οὐκ ἔστι μὲν τοῦ πράγματος. περὶ δὲ τοῦ πράγματος,τετραχῶς διαιρεθέντος τοῦ λεγομένου καὶ τοῦ λέγεσθαι, ζητεῖν ἄξιον, τί τού-των των σημαινομένων εἰς τὴν διαίρεσιν παραλαμβάνει. ὁ μὲν γὰρ θεῖος ἰάμβλι-χος, τὴν ἀλέξανδρον φησὶ τὰ λεγόμενα τὰ σημαινόμενα ὑποθέσθαι πράγματα,τὰ ἁπλούστατα καὶ γενικώτατα. ἐγὼ δὲ εὑρίσκω τὸν ἀλέξανδρον εἰπόντα αὐ-ταῖς λέξεσιν, ὅτι νῦν οὐτὰ σημαινόμενα λεγόμενα λέγει, ἀλλὰ τὰ σημαίνοντα καὶπροφερόμενα. πῶς γὰρ ἂν καὶ ἔλεγε περὶ τῶν πραγμάτων νῦν. ὅτε προελθὼν, τῶν δεκατὰ μίαν φησὶ συμπλοκὴν λεγομένων ἕκαστον, ἤτοι οὐσίαν σημαίνει, ἢ ποσόν.
Einzelbild herunterladen
verfügbare Breiten