τοῖς ὀνόμασι καὶ τοῖς πράγμασι, καὶ τοῖς λόγοις ἕτερα. οἷον γραμματική. ἄνθρωπος.ξύλον. δια φέρειοὖν ἀλλήλων. ταῦτα μὲν ἡ τὰ μὲν πολυώνυμα, κοινωνεῖ τοῦαὐτοῦ λόγου καὶ τοῦ πράγματος. τὰ δὲ ἑτερώνυμα, κατ' ἄμφω διέστηκε. πρὸς δὲ τὰπρότερα, τὰ μὲν πολυώνυμα τοῖς ὁμωνύμοις ἀντιστρέφει. καθόσον ἐπὶ μὲν τῶν ὁμω-ὄνα, κοινὸν ἦν. ὁ δὲ ὅρος, ἴδιος ἑκάστου. ἐπὶ δὲ τῶν πολυωνύμων, τὸ ἀνάνύμων,πάλιν. τὸ μὲν πρᾶγμα καὶ ὁ ὅρος, κοινός. τὰ δὲ ὀλοα, διάφορα. τὰ δέ γε ἑτερώνυμα,τοῖς συνωνύμοις ἀντίκειται. ἐκείνων γὰρ κατὰ ἄμφω κοινωνοῦντων, ταῦτα κατ' οὐδέτε-ρον κοινωνεῖ. δεῖ δὲ ἐπὶ τῶν πολυωνύμων παρατηρεῖν, μήποτε σφάλλω μὲν τὰ μὴπολυώνυμα νομίζοντες εἶναι πολυώνυμα. οὐ γὰρ εἰ ἑνος πλείονα ὀνόματα κατηγο-ρεῖ, ἤδη πάντως πολυώνυμά ἐστιν, ἀλλ' εἰ καθ' ἓν τὸ αὐτὸ λέγεται, ὡς ἀμερὲς καὶ ἐλάχιστον.δύο μέν ἐστιν ὄλνομα καὶ καθ' ἑνὸς λέγεται πράγματος. οἷο τὸ στοιχεῖον τὸ ἄλφα. ἢ τὸ βητα.καὶ τὸ κοῖλον καὶ τὸ κυρτὴν κατὰ τοῦ κύκλου. οὐ μήν ἐστι πολυώνυμον τὸ, καθ' οὗ λέγεται. οὐ γὰρκατὰ τὸ αὐτὸ ὑπάρχει αὐτῶ ἑκάτερον. ἄλλος γὰρ ἑκατέρου λόγος. ἐπιστῆσαι δὲ ἄξιον, ὅτικαὶ ἐν τοῖς κυρίως πολυωνύμοις, ὡς ἐπὶ τοῦ ἀνθρωπου. ὅταν ὁ αὐτὸς μέροψ καὶ βρο-τος λέγηται, ἕκαστον τῶν ὀνομάτων κατ' ἄλλην καὶ ἄλλην τοῦ ἀνθρώπου φύσιν ἀποδιδο-ται. τὸ μὲν, κατὰ τὸ ἀναλογιστικὸν. τὸ δὲ, κατὰ τὴν τῆς διαλέκτου κατὰ τὰ ἔθνη διαφο-ραν. τὸ δὲ, κατὰ τὸ θνητὸν τῆς συστάσεως. καὶ ἄλλος τούτων ἑκάστου λόγος. τί οὖν. οὐκ ἔ-ἐστιν ὅλως τὰ πολυώνυμα, ἢ ἐκεῖνα μόνα πολυώνυμα ἐστὶν, ἐφὧν οὐ κατὰ τὰς διαφό-ρους φύσεις διάφορα κεῖται ὄοα. ἄλλος κατὰ τὴν αὐτὴν ἄλλου ἄλλως κατὰ τὸ τυχον ὀνομάσαντες. ἢ κατὰ τὸ αὐτὸ διαφόρων ὀνομάτων ἀποδοθέντων, οὐκ ἐτυμολογικῶς, ἀλλὰκατὰ τὴν ἐπιτυχοῦσαν τοῦτε θέντος ἄδειαν. δηλοῖ δὲ τὸ τὰ ἐπ' ἄλλων κείμενα πολ-λάκις εἰς ἄλλων ὀνόματα μετατιθέναι. ὡς τὸ ἀλλὰ μὴν ἐπὶ τοῦ οἰκέτου. ἔξεστι γὰρ ἡμῖν,ὅσα ἂν βουλώμεθα καὶ οἷατιθέναι, οὐκ ἐτυμολογία ἀκολουθοῦντες. δεῖ δὲ καὶ τοῦτοτοῖς πολυωνύμοις προσεῖναι τὸ κατὰ τὸ αὐτὸ ἔθνος, πλεοναχῶς ἐπονομάζεσθαι. εἰ γὰρμὴ τοῦτο τὸ, ἡμέρα καὶ ἁμέρα, πολυώνυμον νομισθήσεται. καὶ τοῦτο δὲ ἐφιστῶ μὲνκαλῶς. ὅτι ἐπὶ μὲν τῶν ὁμωνύμων, ἡ ὁμωνυμία καὶ τὸ ὄνομα τὸ ὁμώνυμον δηλοῖκαὶ τὴν σχέσιν αὐτὴν. ἐπὶ δὲ τῶν πολυωνύμων, ἡ πολυωνυμία τὸ πρᾶγμαδηλοῖἡ μόνον, ἀλλ' οὐχὶ τὸ ὄνομα. καὶ ἔτι μέντοι τὸ μὲν ὁμώνυμον, πρὸς ἄλλο λέγεται. Πάν-ὅτων ὀλβιων ὁμώνυμε δαρδανιδαν. τὸ δὲ πολυώνυμον, οὐκ ἐν σχέσει τινὶ τὸ εἶναιἔχει. δια τί δὲ ὁ ἀρχύτας παραλέλοιπεταύτιν τὴν περὶ τῶν ὀνομάτων διδασκα-λιαν, ἐν τῶ περὶ τῶν καθόλου λόγω. ὅτι τὰ ὀνόματα φύσει καὶ οὐθέσει λέγουσιν οἱπυθαγόρειοι. καὶ τὰ ὁμώνυμα καὶ τὰ πολυώνυμα παραιτοῦται, ὡς ἑνὸς ὀνόμα-τος πρὸς ἐν πρᾶγμακατὰ φύσιν λεγομένου. διακρίνειν οὖν ἐκείνους εἰκὸς, τὰ μὲνὁμώνυμα τῆ προγονικῆ ἡ κατ' ἐλπίδα ἀναφορα. τὰ δὲ πολυώνυμα δείξουσιν, οὐκ ἀθ'ἓν λεγόμενα, ἀλλὰ κατὰ διαφόρους ἐτυμολογίας ἀποδιδόμενα, ὅταν ὄντως ὀνό-ματα ἧ. τῶν δὲ παρωνύμων τὸν σχήματισμὸν, οἰκείως ἐκεῖνοι ταῖς κατὰ πράγμα-τα συζυγίαις ἐξηγήσονται.
Einzelbild herunterladen
verfügbare Breiten