ἐπεὶ καὶ τὴν λόγον συνονομάζει, καὶ τούνομα. καὶ διὰ τοῦτο, ὅπου μὲν περὶ γενῶν, ἤτοιτῶν τὰ γένη σημαινουσῶν φωνῶν, ἡ σπουδὴ χρεία τοῦ δευτέρου σημαινομένου. δι-ὅτι τὰ γένη κατὰ τοῦτο τὸ σημαινόμενον, συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ἔνθα δὲπερὶ τὰς πλείους φωνὰς ἡ σπουδὴ, καὶ τὴν πολυειδῆ ἑκάστου ὀνομασίαν, ὥσπερ ἐν τῶπερὶ ποιητικῆς καὶ τῶ τρίτω περὶ ῥητορικῆς, τοῦ ἑτέρου συνωνύμου δεόμεθα, ὅπερπολυώνυμον ὁ σπεύσιππος ἐκάλει. καὶ οὐ καλῶς ὁ βοηθὸς παραλελεῖφθαὶ τῶ ἀριστο-τέλει φησί, τὰ παρὰ τοῖς νεωτέροις καλούμενα συνώνυμα. καὶ τὰ τοι αῦτα πο-λυώνυμα συνωνυμα καλούμενα, ἅπερ σπεύσιππος ἐκάλει πολυώνυμα. οὐ γὰρ πᾶραλέλειπται, ἀλλ' ἐν ἄλλαις πραγματείαις ἐναις ἦν οἰκεῖος ὁ λόγος παρείληπται.Παρώνυμα δὲ λέγεται, ἕως τοῦ, καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. τὰ παρώνυμαμεσαπιῶς ἐστι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων. καὶ ἀμφοτέρων μετέχοντα, καὶἀμφοτέρων λειπόμενα. ἡ γὰρ γραμματικὴ καὶ ὁ γραμματικὸς, καὶ τὰ ὀνόματα καὶ τὴνλόγον ἔχουσιν. οὔτε πάντητὰ αὐτὰ, οὔτε πάντη ἕτερα. καὶ γὰρ γραμματικῆς μὲν λό-λόγος, ἐπιστήμη τοῦ γράφειν καὶ ἀναγινώσκειν. Τριῶν δὲ δεῖν τῶ ἀπότινος παρονο-μαζομένω φασί. τοῦτε πράγματος τοῦ ἀφ' οὗ παρωνόμασται, καὶ τοῦ ὀνόματος. καὶ ἔτιμέντοι τοῦ ἀνομοίου τῆς καταλήξεως, ὅπερ καλεῖ πτῶσιν ὁ ἀριστοτέλης. πτάσειςγὰρ τῶν ὀνομάτων ἐκάλουν οἱ παλαιοὶ, οὐ μόνον τὰς πάν τε ταύτας τὰς νῦν λεγομένας,ἀλλὰ καὶ τὰς παρακειμένας ἐγκλίσεις, ὁποίους ἂν ἔσχηματισμους. ὅθεν καὶ τὰς νῦνκαλουμένας μεσότητας, πτώσεις ἐκάλουν. οἷον τὴν ἀπὸ τοῦ ἀνδρείου πτῶσιν, τὴν ἀνδρεί-ως. καὶ ἀπὸ τοῦ καλοῦ, τὴν καλῶς. οὕτω δὲ καὶ ἀρῥενικήτις ἦν αὐτοῖς πτῶσις ἀπὸ ὀνόμα-τος θηλυκοῦ. ὡς ἀπὸ τῆς γραμματικῆς, ὁ γραμματικός. καὶ θηλυκὴ ἀπὸ ἀρῥἑνικοῦ. ὡςἀπὸ τοῦ ἀλεξάνδρου, ἡ ἀλεξάνδρεια. πτώσεις δὲ καὶ ταύτας ἔλεγον, διὰ τὸ ταὐτον πεπονθέναι ταῖς κυρίως πτώσεσι, κατὰ τὸν μετὰ σχηματισμὸν τῆς καταλήξεως. ὁ ποῖ-ον δὲ ἄν τῶν τριῶν ἐλλείπη, οὐγίνεται παρώνυμον. γυνὴ γὰρ τῆς μουσικῆς τέχνης μετέ-χουσα καὶ μουσικὴ λεγομένη, καν τοῦ ὀνόματος καὶ τοῦ πράγματος μετέχη, ἐπειδὴ.κατάληξιν ἔχει τὴν αὐτὴν, οὐ λέγεται παρώνυμος ἀπὸ τῆς μουσικῆς, ἀλλ' ὁμώνυμος αὐτῆ. καὶεἴτις ἀρετῆς μετέχων σπουδαίος ἀπ' αὐτῆς καλοῖτο, τοῦ μὲν πράγματος μετέχει,καὶ τῆπτώσει διαφέρει. τοῦ δὲ ὀνόματος μὴ μετέχων, οὐκ ἄν κληθείη παρώνυμοςἀπὸ τῆς ἀρετῆς. ἀλλ' οὐδὲ ἀπὸ τῆς σπουδῆς ὁσπουδαιος παρονομασθήσεται. σπου-δαῖος μὲν γὰρ, ὁτην ἀρετὴν ἔχων. σπουδάζομεν δὲ καὶ οἱτυχοντες, περί τινα. ὁ μέν-τοι γε ἀριστοτέλης, τὴν διαφορᾶν τῆςπτώσεως, καὶ τὴν κατὰ τούνομα προσηγορί-αν, τὰ δύο ταῦτα μόνα δοκειῖ τοῖς παρωνύμοις ἀποδιδόναι. ἀλλ' ἐκ τῶν παραδειγ-μάτων, δῆλην ἐποίησε καὶ τὴν κατὰ τὸ πρᾶγμα μέθεξιν ἐν τοῖς παρωνύμοις. ὁγραμματικὸς, οὐκ ὀνόματος μόνου μετέχει τῆς γραμματικῆς, ἀλλὰ καὶ αὐ-τῆς τῆς τέχνης. καὶ ὁ ἀνδρεῖος, τῆς ἀρετῆς. δεῖ δὲ ἐπὶ τῶν παρωνύμων ζητεῖν, τί τὸπρῶτον, καὶ τί τὸ ἀπ' ἐκείνου παρωνομαςμένον. ὅτι πρῶτον μὲν ὁ ἀλέξανδρος.ἀπ' ἐκείνου δὲ ἡ ἀλεξάνδρεια. καὶ ἀπ' ἐκείνης ὁ ἀλεξάνδρευς. οὐ γὰρ ἔμπαλιν.
Einzelbild herunterladen
verfügbare Breiten