ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόντέ ἐστι καὶ συνώνυμον. οἷον, κόραξὁ ὄρνις. καθὸ μὲν κό-ραξκαλεῖται, πρὸς τὸ ἐν τῆ θύρα ὄργανον ὁμωνύμως λέγεται. καθὸ δὲ ὄρνις, πρὸςτοὺς ἄλλους ὀρνιθας συνωνύμως. ποτεδὲ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ πρᾶγμα διαφόροιςἑαυτοῦ ὀνόμασιν, ὁμώνυμόντε εὑρίσκεται καὶ συνώνυμον. ὡς σωκράτης ὁ φιλόσόφος,πρὸς σωκράτην τὸν θεαι τήτου συγγυμναστήν. ὁ μώνυμος μὲν, καθὸ σωκράτης.συνωνυμος δὲ, καθὸ ἄνθρωπος. ἄλλα δέ ἐστιν ἀκαθ' ἓν τὸ αὐτὸὄνομα, ὁ μώνυματε καὶσυνωνυμά ἐστι. πρὸς ἄλλο μέντοι καὶ ἄλλο, ὡς ὁ κόραξ ὁ ὅρνις. πρὸς μὲν τὸ ὄργανον, ὁμώνυμος. πρὸς δὲ τοὺς ἄλλους κορακὰς, συνώνυμος. ἔστι δὲ ὅτε τὸ αὐτὸ πρᾶγμα ὁμώνυμόν ἐστι καὶ συνώνυμον. ὡς ὁ παρ' ὁ μήρω μέλας ἄγριος ἠδὲ μέλας. καθὸ μὲν γὰρκύριον τὸ μέλας, ὁμώνυμον ἂν εἴη τῶ κατὰ τὴν χρόαν μέλανι. εἰ δὲ τύχη ὁ οὕτω καλούμενος καὶ τὴν χρόαν εἶναι μέλας, συνωνυμος ἂν εἴη τῶ ὁμοίως μέλανι. οὕτως δὲκαὶ ὁ ἄγριος ὁ κύριον ἔχων τὸ ὄνομα, εἰ τύχοι καὶ τὸ ἦθος ἄγριος, ὁμώνυμός τε εἴηπροςτὸν ἄγριον τὸ ἥθος, καὶ συνώνυμος. πολλὰ δέ ἔστι καὶ ἄλλα τοιαῦτα ὀνόματα ἀπό-τε τῶν ἀρετῶν ὡς κύρια λεγόμενα, ὡς ἐλευθέριος. καὶ σωφρόνιος. καὶ σεμνὸς. καὶτὰ τοιαῦτα. καὶ ἀπὸ ἐθνικῶν, ὡς ἰταλός. καὶ κρητικός. καὶ ἐλευσίνιος. καὶ τὰ τοι-αὗτα. ὅταν ὁ μὲν, κύριον ἔχη τὸ ὄνομα. ὁ δὲ, ἐθνικόν. ἐὰν δὲ ἄμφω καὶ κύρια ἔχωσι καὶ διάθεσιν τὴν αὐτὴν. ἡ ἄμφω μέλανές τε λέγοιν το κυρίω ὀνόματι, καὶ μέ-λάνες εἴεν τὴν χρόαν, κατὰ μὲν τὰ κυρια, ὁμώνυμοί εἰσι. τὸ γὰρ κύριον, τοἰδιως ποι-ὸν δηλοῖ τοῦ καλουμένου. κατὰ δὲ τὴν κοινὴν τοῦ μέλανος διάθεσιν, συνώνυμοι.ὁ γὰρ αὐτὸς ἑκατέρου λόγος κατὰ τὴν αὐτὴν χρόαν. ἢ τὴν τῆς ψυχῆς διάθεσιν, ἢ τὴν αὐτὴν πατρίδα. ἐπὶ δὲ τῶν τοιούτων, καὶ αὐτός τις πρὸς ἑαυτὸν ὁμώνυμος ἂν εἴη. εἰ γὰρ καλοῖτο μέ-λὰς, εἴη δὲ καὶ τὴν χρόαν μέλας, ὁμωνύμως ἂν ὑπάρχοι τὸ μέλας τῶ τε κυρίω, καὶ τῶκατὰ τὴν χρόαν. τὸ δὲ ὑπόδειγμα τὸ ἀποδοθὲν, οἷον τὸ ζῶον, οὐ πρὸς τὰ συνώνυμα πράγ-ματα ἀπεδόθη, ἀλλὰ πρὸς τὸ ὄνομα τοῦ συνωνύμου. ὁ γὰρ ἄνθρωπος φησι καὶὁ βοῦς, κοινῶ ὀνόματι προσαγορεύεται ζῶον. Οἴκειοτέρως δὲ ὁ ἀριστοτέλης συνώ-νύμα κέκληκε, τὰ συν τῶ ὀνόματι, καὶ τὸν ὁρισμὸν ἔχοντα τὸναὐτον. ἡπερ οἱ στωϊκοὶτὰ πολλὰ ἅμα ἔχοντες ὀνόματα, ὡς πάρις καὶ ἀλέξανδρος ὁ αὐτὸς. καὶ ἁπλῶς τὰπολυώνυμα λεγόμενα. τούτοις γὰρ ἡ συν πρόθεσις, οὐχ ἁρμόττει τοῦ αὐτοῦ κοινω-νίαν σημαίνουσα, ὡς τὸ συμπεριπατεῖν καὶ συστρατεύεσθαι. ἀπεῖδον δὲ ἴσως εἰς τὸτοῦ αὐτοῦ ὀνόματα εἶναι. καὶ γὰρ καὶ ὁ ἀριστοτέλης ἐν τῶ περὶ ποιητικῆς, συνώνυμαεἶπεν εἶναι, ὧν πλείω μὲν τὰ ὀνόματα, λόγος δὲ ὁ αὐτὸς. οἷα δῆ ἐστι τὰ πολυώνυ-μα. τό, τε λώπιον. καὶ ἱμάτιον. καὶ τὸ φάρος. ἀλλ' οὐδὲν ἄτοπὸν φησὶν ὁ πορφύρι-ος, τῆς χρήσεως τὸ διττὸν ἐχούσης χρήσασθαι τὸν ἀριστοτέλην ἑκατέρω. ἐπειδὴ καὶἔχει τινὰ λόγον ἑκάτερον. καὶ γὰρ τὰ πλείω ὀνόματα πρὸς ἐν φερόμενα, ὡς ὁκίωνκαὶ ὁ στύλος τὸν αὐτὸν ἔχοντα λόγον, συνώνυμα ἂν κληθείη. καὶ μέντοι ὅπου ὁ λό-γος ὁ αὐτὸς, καὶ τὸ ὄνομα συνονομάζεται. ἔτι κυριώτερον ἂν κλήθείη συνώνυμα.ὥςτε τὸ μέν, ἐστι συνωνυμὸν, ἐπεὶ πολλὰ ὀνόματα, ἕντι πρᾶγμα συνονομάζει. τὸ δὲ,
Einzelbild herunterladen
verfügbare Breiten