Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῆς ὑγείας, τὰ ὑγιεινά. οὐ γὰρ ὄνομα μόνον ἐστὶ κοινὸν. καὶ διὰ τοῦτο τοῖς συνωνύμοιςἔοικε. καθόσον δὲ οὐκ ἐπίσης μετέχει τὰ μετέχοντα. οὐ γὰρ ὁμοίως ἰατρικὸν τὸ βι-βλίον τὸ τὴν ἐπιστήμην τὴν ἰατρικὴν περιέχον, καὶ τὸ σμιλίον. οὐδὲ ὁμοίως ὑγιεινὸνφάρμακὸν, καὶ περίπατος. διατοῦτοοὖν οὐκ ἔστι συνώνυμα. τινὲς δὲ ὧν καὶ ἀττικός ἐστι,τὴν κατὰ μεταφοραν τρόπον εἰς ταυτὸν ἄγοντες τὸ κατὰ ἀναλογίαν, ἕνα τρόπον τῶν ὁμωνύμων τὴν συναμφότερον φασίν. ἐπισκέψεως δὲ ἄξιος ὁ λόγος ἐστί. λέγει γὰρ ὁ πορ-φύριος, ὅτι ὅταν μὲν τὸ πρᾶγμα ἔχη ἰδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ' αὐ-τοῦ ἄλλω ὀνόματι μεταφέρων, καὶ τούτω χρώμενος ὡς κειμένω ἐπ' αὐτοῦ, οὐκ ἄν εἴη ὁμωνυμία τίς ἐνταῦθα. οὐ γὰρ τὰ τροπικῶς ῥηθέντα, ὁ μώνυμα ἂν εἴη τοῖς κυρίως λε-γομένοις. ὅταν δὲ μὴ ἔχη ἄλλο, τό τε γίνεται ὁμωνυμία. οἷον τῶν ὀρῶν τὸ κάτω μέρος κα-ἡλεῖται ὑπώρεια. Αλλ' οἷγς ὑπωρείας ὥκεὸν πολυπιδάκου ἴδης. ταύτας τὰς ὑπω-ρείας οἱ ποιηταὶ πόδας καλοῦσι. Πάντες δὴ σείοντο πόδες πολυπιδάκου ἴδης. καὶκλίνης δὲ καὶ τραπέζης τὰ βαστάζοντα, πόδες καλοῦνται. καὶ τῆς νεὼς τὸ πηδάλιον.Αεὶ γὰρ πόδα νκος ἐνώμων φησὶν ὁ ποιητὴς. ἐπὶ τούτων οὖν φησὶν ὁ πορφύριος,τὸν μὲν τῆς νεὼς καὶ τοῦ ὅρους πόδα, οὐκ ἄν εἴπη τίς ὁμωνύμως εἰρῆσθαι. διότι ἔχειτὰ ἰδια ὀνόματα τὴν ὑπωρειαν καὶ τὸ πηδάλιον. ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης,οὐκ ἔστι μεταφορα, ἀλλ' ὁμωνυμία. οὐ γὰρ ἔχουσιν ἄλλο ὄνα, ἀλλὰ πόδες λέγονται κατὰτὴν πρὸς τὸ ζῶον ὁμοιότητα. ὥστε ὄνομα μόνον κοινόν ἐστι τούτων. οἱ δὲ λόγοι, ἕτεροι.ἐπὶ δὲ ὅρους καὶ νηὸς, ἄλλά ἐστι τὰ ὀνόματα. μετενήνεκται δὲ ἡ τῶν ποδῶν προσηγορίακατὰ μεταφοράν, εἰ μὴ ἄρα καὶ ὁμοιότης ἔστι τίς. καὶ ταύτη εἴηἂν ὁ μώνυμα. ὁ μέντοιπορφύριος, ἐν μὲν τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν, καὶ τὸν τῆς νηὸς πόδα κατὰ μετα-φοραν ειρῆσθαι φησι, τὸ κυρίον αὐτοῦ πηδάλιον καλεῖσθαι λέγων. ἐν δὲ τοῖς προσγέ-δάλειον, τὸν μὲν τοῦ ὅρους πόδα, κατὰ μεταφοραν λέγεσθαι φησί. τὸν δὲ τῆς νηὸς, ὁμωνύμως. οὐ γὰρ εἶναι ἄλλο τὸ ὄνομα ἐπὶ τούτου λεγόμενον, καίτοι ἐκεῖ πηδάλιονεἰπων καλεῖσθαι. καὶ τάχα ἂν ἀμφότερα ἀληθῶς ἐλέγετο, εἰ ἐκει μὲν, ποὺς τὸ πηδάλι-ον ἐλέγετο. ἐνταῦθα δὲ, τὸ τοῦ ἰστουμερος, οὐκ ἔχον ἄλλο ὄνομα. ἀλλ' ἔοικε καὶ ἐνταῦ-θα τὸ πηδάλιον λέγειν. παρετέθη γὰρ ὑπ' αὐτοῦ, τὸ, αἰεὶ γὰρ πόδα νκὸς ἐνώμων, περὶτοῦ πηδαλίου λεγόμενον. Ευνώνυμα λέγεται, ὧν τό, τε ὄνομα κοινὸν, καὶ ὁ κατὰἡ τούνομα λόγος τῆς οὐσίας ὁ αὐτὸς. οἷον ζῶον, ὅ, τε ἄνθρωπος καὶ ὁ ἵππος. τούτωνρ ἑκάτερον κοινῶ ὀνόματι προσαγορεύεται ζῶον. καὶ ὁ λόγος δὲ ὁ τῆς οὐσίας ὁ αὐ-τος. ἐὰν γὰρ ἀποδιδῶ τίς τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν ἑκάτερον, τῶ ζῶον εἶναι,τὸν αὐτὸν ἀποδώσει λόγον. Περὶ τῶν ὁμωνύμων πρότερον εἰπὼν, διότι τὸ ὃν ὁμω-νύμως ταῖς δέκα κατηγορίαις ὑπάρχειν δοκεῖ, ἑξῆς τὸν περὶ τῶν συνωνύμων ἐπά-γει λόγον. χρεία γάρ ἐστι τῆς περὶ τῶν συνωνύμων γνώσεως. διὰ τὴν ἑκάστου λοιπὸντῶν γενῶν κατὰ τὴν ἑαυτοῦ κατηγορίαν συνωνύμως γινομένην. καὶ ὅτι τὰ συνώ-νύμα ἀλλήλοις ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. τὸ δὲ συνώνυμον, κοινωνεῖ μὲντῶ ὁμωνύμω, καθόσον ὄνομα κοινόν ἐστι. καὶ ἐπὶ τῶν συνωνύμων, ὥσπερ καὶ ἐπὶ τῶν