Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μετέχει δὲ αὐτῆς, κατὰ τοῦτο ἐστι δισύλλαβον, καὶ οὐδὲν ἄτοπον, οὕτως καὶ τὰ ὁμώνυ-μα. καθὸ μὲν φύσεως κοίνῆς τῆς τοῦ ὁμωνύμου μετέχει, οὐκ ἔστιν ὁμώνυμα, ἀλλὰ συ-νώνυμα. καθὸ δὲ οὐ φύσεως τῆς τοῦ ὁμωνύμου, ἀλλ' ὀνόματος μόν ου κοινοῦ μετέχει,κατὰ τοῦτο ὁμώνυμα ἐστιν. εἰ δὲ λέγοι τίς ὅτι τὸ τῆς φύσεως τοῦ ὁμωνύμου μετέχεινοὐδὲν ἄλλο ἐστὶν ἢ ὀνόματος μόνου κοινοῦ μετέχειν, αὕτη γάρ ἐστιν ἡ τοῦ ὁμωνύμου φύσις, εἴπέρουτος ὁ ὁρισμὸς. καὶ οὕτως πάλιν καθὸ ὁμώνυμον αὐτὸ, δείκνυσι συνώνυμον.ῥητέον ὅτι τὰ μὲν ὀνόματα, τῶν πραγμάτων κατηγορεῖται προηγουμένως. καὶ τὰἰδια, καὶ τὰ κοινά. τὸ δὲ ὁμωνύμως ἡ συνωνύμως κατηγορεῖσθαι, οὐ προηγουμένωςὑπάρχει, ἀλλὰ διὰ τὴν τῶν ὀνομάτων τοιάνδε ἡ τοιάνδε κοινωνίαν. ὥστε ὅταν μὲν τὸὄνομα τὸ τοῦ αἰαντὸς οὕτως μετέχηται, ὥστε τὸ ὀνομα μόνον εἶναι κοινὸν τοῖς μετέχουσιν, ὁ μωνυμός ἐστιν ἡ τοιαύτη μεθεέξις. ὅταν δὲ πάλιν ἡ ὁμωνυμία οὕτως μετέ-χηται, ὥστε μη μόνον ὄνομα κοινὸν εἶναι τοῖς μετέχουσι καθὸ καλοῦνται ὁ μώνυμα,ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς τῆς ὁμωνυμίας μετέχειν, τότε συνώνυμόν ἐστι τὸ τῆς με-θέξεως εἶδος. αἱ μὲν οὖν πρὸς τὰ περὶ τῶν ὁμωνύμων ἀπορίαι καὶ τῶν ἀποριῶν λύ-σεις, τοιαῦται. εἰώθασι δὲ ἐνταῦθα γινόμενοι οἱ ἐξηγηταὶ, τοὺς τρόπους τῶν ὁμωνύ-μων ἀπαριθμεῖσθαι. καὶ λέγουσιν ὅτι κατὰ τοὺς ἀνωτάτω τρόπους, διχῶς λέγεται τὰ ὁμώ-νυμα. τὰ μὲν, γάρἐστιν ἀπὸ τύχης, ὡς ἀλέξανδρος, ὅ, τε πάρις καὶ ὁμακεδὼν. τὰδὲ, ἀπὸ διανοίας. ὅταν διανοηθεὶς τίς αἰτίας ἕνεκεν τινὸς, τὰ αὐτὰ ὀνόματα ἐπιθῆ.ἀλλὰ τὰ μὲν ἀπὸ τύχης, ἅτε ὄντα ὡς ἔτυχε, καὶ ἀόριστα ὡς ἀδιαίρεταμένει. τὰ δὲ ἀπὸδιανοίας, διαιρεῖται τετραχῆ. εἴς τε τὰ καθ' ὁ μοιότητα, ὡς καὶ ἀριστοτέλης ἐν τῶτῶν ὁμωνύμων ἐχρήσατο παραδείγματι. εἰπὼν ζῶον, ὅ, τε ἄνθρωπος καὶ τὸ γέγραμ-μένον. κοινὸν μὲν ἔχοντα τὸ ὄνομα τοῦτο. τὴν δὲ λόγον, ἕτερον. διότι ὁ μὲν ἄνθρωπος ζῶονἐστιν, ὡς οὐσία ἔμψυχος αἰσθητική. ἡ δὲ εἰκὼν τοῦ ἀνθρώπου ἢ ὁ ἀνδριὰς, ζῶον οὕτως,ὡς ὁμοίωμα ἔχον οὐσίας ἐμψύχου αἰσθητικῆς. Δεύτερος δὲ ἀπὸ διανοίας τρόπος, ὁ κατὰἀναλογίαν. ὅταν ἀρχὴ λέγηται ὁ μωνύμως, τῶν μὲν ἀριθμῶν, ἡμονας. τῆς δὲ γράμ-μῆς, ἡστιγμή. τῶν δὲ ποταμῶν, ἡ πηγή. καὶ τῶν ζώων, ἡ καρδια. ὡς γὰρ πρὸς ἀριθμὸν ἡμο-νας, οὕτως καὶ τὰ ἄλλα ἔχει, ὅπέρ ἐστιν ἀναλογίας ἴδιον. Τρίτος δὲ ἀπὸ διανοίας τρόπος,ἐπό τινος κοινὴν ἐν πολλοῖς καὶ διαφόροις πράγμασι γενέσθαι κατηγορίαν. ὡς ἀπὸτῆς ἰατρικῆς, ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν ἔχει μαθημάτων παραγραφήν. ἰα-τρικὸν δὲ τὸ σμιλίον, ὅτι ὄργανόν ἐστι τῶν κατὰ τὴν ἰατρικὴν τέχνην τομῶων. ἰατρικὸνδὲ τὸ φάρμακὸν, ὅτι πρὸς ἰασίν ἐστι χρήσιμον. ὥστε τὸ μὲν ὄνομα, κοινόν. ὁ δὲ λόγος ἑκά-στου, ἕτερος. Τέταρτος δὲ, ὅταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἀπ' ἐκείνουτῆς προσηγορίας τυγχάνοντα, ὥσπερσιτίον ὑγιεινὸν. καὶ φάρμακὸν ὑγιεινόν. καὶ γυ-μνάσιον. καὶ τὰ ἄλλα ὅσα ἀπὸ τῆς ὑγείας ὡς ἀπὸ τέλους ὀνομάζεται. τούτους δὲ τοὺςδύο τρόπους τινὲς συνάψαντες, ὡς ἕνα τὸν ἀφ' ἑνὸς καὶ πρὸς ἐν κατηρίθμησαν. τι-νὲς δὲ, οὐδὲ ἐν τοῖς ὁμωνύμοις αὐτὸν τε θείκασιν, οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ' ἀμφοῖνμεταξύ. διό τι λόγου μέν τινος μετέχει. ἀπὸ μὲν τῆς ἰατρικῆς, τὰ ἰατρικά. ἀποδὲβ γ