Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ τὸν ὑπογραφικὸν, περιείληφε. ὥστε μάτην εγκαλοῦσι πάλιν οἱ περὶ τὸν νικόστρα-τον, ὡς ἐν μόνη τῆ οὐσία δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῶ ἀριστοτέλει. εἴπερ τὸν τῆςοὐσίας λόγον ἕτερον εἶπεν ἐν τοῖς ὁμωνύμοις. καίτοι καὶ ἐν ποιῶ οὔσης ὁμωνυμίας.εἴπερλευκὸν χρῶμα καὶ λευκὴν φωνὴν λέγομεν. καὶ ἐν τῶ κεῖσθαι, καὶ ἐν ἄλλαις κατη-γορίαις. πρὸς γὰρ ταύτην τὴν ἀπορίαν ἀπαντῶν ὁ πορφύριος, πρῶτον μὲν φησί, μὴ δὲἐνπᾶσι τοῦ το γεγράφθαι τοῖς ἀντιγράφοις. μήτε γὰρ βόηθον εἰδέναι ὥσφησι δεικνύ-ναι τὸν ἀριστοτέλην, τίνα ἐστὶ τὰ ὁμώνυμα λέγοντα, Ο μώνυμα λέγεται, ὧν ὄνομαμόνον κοινόν. ὁ δὲ κατὰ τοῦνομα λόγος ἕτερος. καὶ ἐξηγουμενος δὲ ὁ βοηθὸς καθ' ἑκάστηνλέξιν, τὸ τῆς οὐσίας παραλέλοιπεν, ὡς οὐδὲ γέγραμένον. καὶ ὁ ἀνδρόνικὸς δὲ παραφρά-ζων τὸ βιβλίον, φησί. τῶν ἄνευ συμπλοκῆς λεγομένων, ὁ μώνυμα μὲν λέγεται, ὧνονμα μόνον ταυτον. ὁ δὲ κατὰ τοῦνομα λόγος ἕτερος. ἡμεῖς δέφησιν ὁ πορφύριος, ἐπειδὴκαὶ ἑρμῖνος καὶ σχεδὸν οἱ πλεῖστοι ὡς προκειμένου τῶ ὅρω ἐν τετυχήκασι τοῦ τῆς οὐσίας ὀνόματος, καὶ ἀναγκαίαν λέγομεν τὴν προσθήκην. τοῦ γὰρ λόγου καὶ τὴν ἐπαγωγὴνσημαίνοντος καὶ τὴν συλλογισμὸν, καὶ τᾶσαν κατάφασιν καὶ ἀπόφασιν, εἰ μὴ προσέκει το τρῆς, τὰ ἄλλα σημαινό-τῆς οὐσίας, πῶς ἂν ἀπεκρίνατο τὸ τοῦ ὁρισμοῦ καὶ τὸ τῆς ὑπόγραιμενα τοῦ λόγου. ἀντὶ οὖν τοῦ φάναι. ὁδὲ ὅρος ἢ ὑπογραφὴ ἑτέρα, τὴν ἐξήγησιν τοῦ ὅροΣ ι εκαὶ τῆς ὑπογραφῆς παρέλαβεν εἰπὼν, ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος. καὶ γὰρ ὁ μὲν ὅρος, λόγος τῆς οὐσίας ἐστὶν, ὡς τὴν οὐσίαν δηλῶν. ἡ δὲ ὑπογραφὴ, ὡς τὴν ἰδιότητα τὴν περὶτὴν οὐσίαν σημαίνουσα, καὶ τὴν ὑπαρξιν κοινὴν οὖσαν τῆς τε κυρίως οὐσίας καὶ τῆς ἄλληςὑποστάσεως. Προσαπορεῖ δὲ ὁ νικόστρατος περὶ τῶν ὁμωνύμων. καὶ ἔτι σαφέστερον ἀτ-τικὸς τὴν ἀπορίαν ἐξέθτο. εἰπὼν, Εὶ γὰρ συνώνυμα ἐστὶν, ὧν τότε ὄνομα κοινον καὶ ὁ ὁ-ρισμὸς κοινὸς. ἔχει δὲ καὶ τὰ ὁμώνυμα, τό, τε ὄνομακοινον ὁμώνυμα καλούμενα,καὶ τὸν τοῦ ὁμωνύμου ὁρισμόν. ἐφ' ἑκάστου γὰρ ὁμωνύμου ἀληθὲς εἰπεῖν, ὅτι τὸ ὄναμόνον κοινον. ὁ δὲ κατὰ τοῦνομα λόγος τῆς οὐσίας ἕτερος. τὰ ἄρα ὁμώνυμα, συνώνυ-μά ἐστιν. ἔστι δὲ καὶ τὰ συνώνυμα ὁμώνυμα. πάντα ἄρα τὰ τὸ ἀὐτὸ ὄνομα ἔχοντα, συ-νωνυμα ἐστι. λύειδὲ καὶ ταύτην τὴν ἀπορίαν ὁ πορφύριος λέγων, ὅτι οὐδὲν κωλύ-εἶ τὰ αὐτὰ πράγματα κατὰ διαφόρους προσηγορίας, ὁ μώνυματε εἶναι καὶ συ-νώνυμα, ὥσπερ οἱ αίαντες. καθὸ μὲν ἄνθρωποι, συνωνυμοι εἰσί. καθὸ δὲ αἰάντες,ὁ μώνυμοι. οὕτως οὖν οἱ ὁμώνυμοι αἱαντες, καθὸἄνθρωποι μὲν συνώνυμοί εἰσι.καθο δὲ αἰαντες, ὁ μώνυμοι. ἀλλ' ἀντιλήψεταίτις ῥαδίως καὶ ἐρεῖ. καθὸ μὲν ὁμώ-νυματὰ ὁ μώνυμα, μὴ εἶναι ὁμώνυμα, ἀλλὰ συνωνύμα. καθὸ δὲ οὐχ ὁμωνυμα ἀλλ'αίαντες, κατὰ τοῦτο ἐστὶν ὁ μώνυμα. Και ἴσως μὲν οὐδὲν ἄτοπον. κατὰ μὲν αὐτὴν τὴντοῦ ὁμωνύμου φύσιν κοινὴν οὖσαν, τὰ μετέχοντα αὐτῆς συνώνυμα εἶναι, καθό-σον ὁμώνυμα ἄμφω. κατὰ μέντοι τὸ ὄνομα, καθὸ οὐ φύσεως κοινῆς, ἀλλ' ὀνοματοςμόνου κοινοῦ, τὰ μετέχοντα μετέχει. οἷον τὸ τοῦ αίαντος. κατὰ τοῦτοο μώνυμά-ἐστιν. ὥσπεροὖν τὸ δισυλλαβον καθὸ δισύλλαβον οὐκ ἔστι δισύλλαβόν, ἀλλὰ τέτρα-σύλλαβον. καθὸ δὲ δίων ἢ κράτης, ἅπερ ἄλλα ἐστὶ παρὰ τὴν τοῦ δισυλλάβου φύσιν,