τοὶ δὲ, τὸ προσηγορικόν. τὸ δὲ, τὸ κοινῶς ἐπὶ πᾶν μέρος λόγου διατεῖνον. καθὸ πλά-τωνα μὲν καλοῖς, ξενοφῶντα δὲ κοινοῖς κεχρῆσθαι φαμὲν. οὐδὲν οὖν ἀτοπὸν ὄνομανῦν λέγεσθαι, τὸ κοινῶς ἐπὶ πάντα τὰ μέρη τοῦ λόγου διατεῖνον. βοηθὸς δὲ, διγῶςφησι τὸ ὄνμα λέγεσθαι. τό, τε πρόταξιν ἄρθρου λαμβάνον, ὁ καὶ ἰδίως ὄνομα λέγεται,καὶ τὸ, ἐφ' ἄπαντα τοῦ λόγου στοιχεῖα διατεῖνον. ἐπειδὴ οὖν ἐν τῶ πίπτειν ἐφ' ὁ ποια-σοῦν λέξεως εἰ ὁμώνυμός ἐστι προτάττομεν τὸ ἄρθρον, ὁμοίως ἐπί τε τῶν κυρίων ὀνο-μάτων καὶ τῶν ἄλλων λέξεων λέγοντες, τὸ κύων, ὁμώνυμόν ἐστι, καὶ τὸ ἠνδραπόδισται, ὁμώνυμόν ἔστι. ὁ τν γὰρ καὶ τὸ ληφθῆναι αὐτὸν αἰχμάλωτον, καὶ τὸ λαβεῖν ἄλλον, εἰκό-τως τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν εἶναίφησιν. διό τι τὸ ἰδιον τοῦ ὀνόματος ἴσχουσιπάντα, τὸ προτάττεσθαι αὐτῶν ἄρθρον. ἔοικε γὰρ τὰ οὕτω προφερόμενα τοῖς μο-νοπτώτοις λεγομένοις ὀνόμασι. τὸ ἀνδραποδίζεσθαι. τοῦ ἀνδραποδίζεσθαι. τῶ ἀνδρα-ποδίζεσθαι. καὶ ἑξῆς ἅμα, διὰ τὸ ὄνμα εἰπεῖν, ἐνεδείξα το πῶς δεῖ προφέρεσθαι τὴντῶν ὁμωνύμων διαστολήν. ὅτι προτάττοντες τὸ ἄρθρὸν, καὶ λέγοντες τὸ ἠνδραπο-δίσθαι, σημαίνει μὲν τόδε. σται δὲ καὶ τόδε. ἡ γὰρ τοῦ ἄρθρου πρότασις, τὴν τῶν ὀνομάτωντόπον δίδωσιν αὐτοῖς. μόνον δὲ τὸ ὄνομα κοινὸν εἶναι φησὶ τοῖς ὁμωνύμοις. τοῦ μό-νου ποτὲ μὲν τὸ ἐν σημαίνοντος, ὡς ὅταν μόνον εἶναι λέγωμὲν τὸν κόσμὸν, ποτεδὲ, τὴν πρὸς ἕτερον ἀντιδιαστολὴν, ὡς ὅταν ἱμάτιον μόνον ἔχειν λέγωμεν, ἀντι-διαστέλλοντες ὡς πρὸς χιτῶνα. κατὰ τοῦτο δὲ καὶ νῦν τὸ σημαινόμενον παρείλη-πται τὸ μόνον ὡς πρὸς τὸν τῆς οὐσίας λόγον ἀντιδιαστελλόμενον. ὅπερ καὶ σαφῆ ποιεῖτὴν εύρεσιν τῶν ὁμωνύμων. τὸ καὶ ἓν ὡρισμένον τί, τὸ ὄνονμα μόνον εἶναι κοινὸν, καὶ πρὸςἓν ὡρισμένον τί, πρὸς τὴν ὁρισμὸν ἀντιδιαστέλλεσθαι. Τὸ δὲ κοινὸν πάλιν καὶ αὐτὸ πολ-λαχως λέγεται. ἢ γὰρ τὸ εἰς μέρη διαιρετὸν, ὡς ἡ κλήρου χουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως εἰςκοινὴν μὲν χρῆσιν προκείμενον. οὐχαμα δὲ ὡς ὁδουλος ἡ ὁ ἵππος ὁ κοινός. ἢ τὸ ἐν προ-καταλήψει μὲν ἰδιούμενον. αὖθις δὲ εἰς τὸ κοινὸν ἀναπεμπόμενον. ὡς τὸ θέατρον. ἢ τὸἅμα ἀδιαιρέτως εἰς χρήσιν πολλῶν ἐρχόμενον, ὥσπερ ἡ φωνή. οὕτως δὲ καὶ τὸ ὄνομα κοι-νὸν τοῖς ὁμωνύμοις ἅπασιν ὑπάρχον, καὶ ἄλλοις ἅμα δυνάμενον ὑπάρξαι, ἀδιαιρέ-τως τὸ αὐτὸ. διὸ καὶ ἀνδρόνικὸς παραφράζων τὸ τῶν κατηγοριῶν βιβλίον, ὁμωνυμα φησλέγεσθαι, ὧν ὄνομα ταύτον. καὶ γὰρ καὶ τὸ ὄνμα καὶ ὁ λόγος διὰ τὴν ἀσώματον φύσιν, ἀμερίστως πάρεισι τοῖς πολλοῖς. Αποροῦσι δὲ καὶ πρὸς τὸ κοινὸν ὄνομα τῶν ὁμωνύμωνλέγεσθαι, οἱ περὶ τὸν νικόστρατον. ὁ γὰρ εἰπων κύνα, ὅτι μὲν μὴ βοῦν μὴδὲ ἵππον μὴ δὲἄλλό τι λέγει τῶν τοιούτων, ἐδήλωσεν. ὁ δὲ βούλεται σημάναι, οὔπω δὲ δήλωκε. τίνα γὰρτῶν κυνῶν. πότερον τὸν ἀστρῶον, ἢ τὸν χερσαῖον. ἢ τὸν θαλάττιον. ἢ τὸ περὶ τὴν γνά-θον συμβαῖνον σπασμῶδες πάθος, οὐπωδῆλον. εἰ οὖν μηδὲν σημαίνει, οὐδὲ ὄνομαἂν εἴη. ὥστε οὐδὲ ὁ μώνυμον. τὰ δὲ ὁ μώνυμα, κοινὸν ἔχειν ὄνομα ἐλέγετο. εἰ δὲ προςθήκης δεῖται τινὸς πρὸς τὸ σημάναι τί τῶν πολλῶν, ἐκεῖνο ἐστὶ τὸ ῥηθέν, οἷον ὅτι τοῦἀστρῶον λέγει, ἢ ἄλλον τινὰ τῶν κυνῶν, οὐκέτι κοινὸν μένει τὸ ὄνομα. τῆ γὰρ προσθή-κηκαθ' ἣν μάλιστα σται, ὁ βούλεται ἰ διωθήσεται. ὥστε εἰ μὲν μὴ σημαίνει τί, οὐκ ἔστιν ὄνομαβ α
Einzelbild herunterladen
verfügbare Breiten