καὶ δι' ὀνόματος δηλοῦται καὶ διὰ λόγου ὑπογραφικοῦ, ἢ ὁριστικοῦ. οἷον, ὁ ἄνθρω-πος. καὶ διὰ τούτου τοῦ, ἄνθρωπος ὀνόματος, καὶ διὰ τοῦ ὁριστικοῦ λόγου τοῦ λέ-γοντος, ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν. τοῦ μὲν ὀνόματος, κατὰ τὸμονοειδὲς αὐτὸ δηλοῦντος. τοῦ δὲ λόγου, κατὰ τὸ πολυμερές. ἀλλὰ τὸ μὲν ὄνομα, σύμ-βολον ὑπάρχον δυνατὸν, καὶ ἄλλου τινὸς κατ' οὐσίαν διαφέροντος τὸ αὐτὸ εἶναι. οἷον,τοῦ γεγραμμένου ἀνθρώπου σύμβολον καὶ ἐκεῖνο γενόμενον. τὸν δὲ ἐξηγητικὸν τῆςοὐσίας λόγον, ἀδύνατον ἄλλου κατ' οὐσίαν διαφέροντος τὸν αὐτὸν εἶναι. Ιστέον οὖν ὅτιὅσα μὲν κατὰ τὸ ὄνομα κοινωνοῦντα διαφέρεικατὰ τὸν λόγον, ταῦτα καλεῖταιὁμώνυμα. ὅσα δὲ ἀνάπαλιν, κατὰ μὲν τὸν λόγον κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸ ὄνο-μα, ταῦτα καλεῖται πολυώνυμα. οἷον, ὁ τοῦ ἀνθρώπου ὁρισμὸς εἴς. ὀνόματα δὲ,πλείονα. μέροψ. βροτὸς. καὶ εἴτι τοιοῦτον. τὰ δὲ κατ' ἄμφω κοινωνοῦντα τό, τε ὄνο-μα καὶ τὸν λόγον, καλεῖται συνώνυμα. ὡς ἄνθρωπος, καὶ ἵππος, κοινωνεῖ καὶ τοῦὀνόματος τοῦ ζώου, καὶ τοῦ ὁρισμοῦ. ζῶα γὰρ ἄμφω. καὶ οὐσία ἔμψυχος αἰσθητική. καὶδιὰ τοῦτο συνωνύμως ἀμφοῖν τὸ ζῶον κατηγορεῖται. τὰ δὲ μητε κατὰ τὸ ὄνομα μητεκατὰ τὸν λόγον κοινωνοῦντα, καλεῖται μὲν ἑτερώνυμα. ἔστι δὲ κατὰ τὸ ἀληθὲς ἕτε-ρα. καὶ μάλιστὰ ὅταν μὴδὲ ὑποκείμενον ἔχωσι κοινὸν, ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασιςτὴν κλίμακα. τὰ γὰρ τοιαῦτα, μᾶλλον ἂν ετερώνυμα λέγοιντο. ἔστι δέ τινα, καὶ τὰμὲν κοινωνοῦντα ἀμφοῖν, πῆ δὲ διαφέροντα, ὡς τὰ παρώνυμα λεγόμενα, ὅτανἀπὸ τῆς λευκότητος λευκὸν λέγηται, καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικὸν. πέν-τε οὖν τούτων ἐκ τῆς διαιρέσεως ἀναφανέντων, ὁ μωνύμων συνωνύμων. πολυω-νύμων. ἑτερωνύμων. παρωνύμων, τὰ τρία μόνα νῦν παρέλαβεν ὁ ἀριστοτέλης. τά,τε ὁμώνυμα. καὶ τὰ συνώνυμα. καὶ τὰ παρώνυμα. αἰτίαι δὲ διὰς πάντε ὄντων ἐκτῆς διαιρέσεως τῶν ὀνομάτων τῶν ἀναφανέντων ὁμωνύμων. πολυωνύμῶν. συνω-νύμων. ἑτερωνύμῶν. παρωνύμων, μόνα τὰ τρία νῦν παρέλαβεν ὁ ἀριστοτέλης. τὰδὲ πολυώνυμα παρῆκε καὶ τὰ ἑτερώνυμα, ὅτι τάχα μὲν καὶ τούτοις μόνοις ἐν τῶ περὶτῶν κατηγοριῶν ἐχρήσατο λόγω. τάχα δὲ ὡς ἐκ τῶν δύο τούτων, ῥαδίὰς οὔσης τῆς τῶνι ὅἀντικειμένων αὐτῶ γνώσεως. ὁ γὰρ τὰ ὁμώνυμα ἐγνωκὼς, τὰ κατὰ μὲν τὸ ὄνομα κοινω-νοῦντα, κατὰ δὲ τὸν λόγον διαφέροντα, εἴσεται καὶ τὰ πολυώνυμα. τὸν μὲν λόγον ἔχον-τα κοινὸν, διάφορα δὲ τὰ ὀνόματα. καὶ πάλιν ὁ τὰ συνώνυμα ἐγνωκὼς, τὰ κατ'ἄμφω κοινωνοῦντα, εἴσεται καὶ τὰ ἑτερώνυμα διαφέροντα κατ' ἄμφω. καὶ οὕτωςἄντις ὀρθῶς λέγη τῆς ἀριστοτελικῆς συντομίας στοχαζόμενος. ὀρθότερον δὲ, ὡς καὶτῶ συριανῶ φιλοσόφω δοκεῖ. τὸ τὰ παραλειφθέντα δύο, τά τε πολυώνυμα καὶ ἑτερώ-νυμα, πρὸς διαλεκτικὴν παρασκευὴν ὁρᾶν, ἢ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων ἐπιβλε-ψιν. διόπερ ἐν ῥητορικαῖς τέχναις ἢ ἄλλαις πραγματείαις, οἰκειότερον περὶ τού-των διαλέξεται. ἐναις τό, τε αὐτὸ πολλαχῶς λέγειν, διὰ τῆς πολυωνυμίας διδά-ξει. καὶ τὰ ἕτερα τῆ φύσει, δι' ἑτέρων ὀνοματὴν προφέρεσθαι, ἵνα σαφῆς καὶ ἀσύγχυτοςὁ λόγος φαίνηται. ἐνταῦθα δὲ περὶ ὁμωνύμῶν καὶ συνωνύμων διαλέγεται, πραγμα-
Einzelbild herunterladen
verfügbare Breiten