Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ΠΕΡΙΟΜΩΝΝΜΩΗ-ἢ Ομώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν. ὁ δὲ κατὰ τοῦυνομα λόγος τῆς οὐσίας ετερος καΑποροῦσιν οἱ περὶ τὸν νικόστρατον, τί δὴ ποτέ περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμε-νος, οὐ περὶ αὐτῶν εὐθὺς, ἀλλὰ περὶ τῶν ἄλλων διδάσκεί. τῶν τε ὁμωνύμων καὶ συνω-νύμων καὶ παρωνύμων. πρὸς οὺς καλῶς ὑπήντησεν ὁ πορφύριος. ὅτι καθ' ἑκάστηνσχεδὸν πραγματείαν θεωρητικὴν, προγράφεταί τινα πρὸς σαφήνειαν τείνοντα τῶνἕξης. ὡς ἐν γεωμετρία οἱ ὅροι καὶ τὰ ἀξιώματα. καὶ τὰ αἰτήματα. καὶ ἐνταῦθα οὖν ἐπει-δὴ περὶ τῶν πρώτων λέξεων πρόκειται λέγειν. αἰτίνες εἰσὶ τῶν πρώτων καὶ ἁπλῶν πραγμάτων δηλωτικαὶ. ὑφ' ἃς ἔδει καὶ τὰ ἄλλα πάντα συνάγεσθαι. εἰ μὲν ἑκάστου πρά-γματος ἓν ἦν ὄνομα ἰδιον, ὑπὸ μίαν ἕκαστον ἀνήγετο κατηγορίαν. εἰ δὲ τὸ αὐτὸὄνομα πλειόνων ἐστι πραγμάτων καὶ κατ' οὐσίαν διαφερόντων, διακρίσεως ἔδει.ποτὲ μὲν, δῆλον ὅτι ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ποτὲ δὲ οὔ. ὥσπερ ζῶον ὁ ἄν-θρωπος καλεῖται καὶ ὁ ἵππος. καὶ πάλιν ζῶον, ὅ, τε σωκράτης, καὶ ἡ τοῦ σωκρά-τους εἰκὼν, χρωμάτων οὖσα σχηματισμός. τοῦτων γὰρ ὁ μὲν ἄνθρωπος καὶ ὁ ἵππος,τῆς αὐτῆς οὐσίας τοῦ ζώου μετέχοντες, συνωνύμως αὐτῶν κατηγορουμένης, ὑπὸμίαν ἀνάγονται κατηγορίαν. ὁ δὲ σωκράτης καὶ ὁ γεγραμμένος, ἅτε μὴ τῆς οὐσίαςἄμφω τοῦ ζώουμετέχοντες, ἀλλ' ὁ μὲν, τῆς οὐσίας. ὁ δὲ, χρώματος ἡ σχήματος ἐπι πο-λαιου, οὐχ ὑπὸ τὴν αὐτὴν ἀνάγονται κατηγορίαν. ἀλλ' ὁ μὲν σωκράτης, ὑπὸ τὴνοὐσίαν. ὁ δὲ γέγραμένον, ὑπὸ τὸ ποιόν. ἔδει τοίνεν προδιδάξαι περὶ τοῦ ὁμωνύμου. καὶσυνωνύμου. ὅτι δὲ χρειώδης ἐστιν ἡ τῶν ὁμωνύμων πρόληψις, ἔδήλωσεν ἀνδρόνικὸςπροτάξας. τῶν λεγομένων, τὰ μὲν, ἄνευ συμπλοκῆς λέγεται. τὰ δὲ, μετὰ συμ-πλοκῆς. καὶ τῶν ἄνευσυμπλοκῆς, ὁμώνυμα μὲν λέγεται, ὧν ὄνομα μόνον κοινὸν.ὥστε χρειώδης ἡ τῶν ὁμωνύμων φαίνεται πρόληψις. διά τε τὰ εἰρημένα, καὶ ὅτι πολ-λῆς οὐσης ἀμφιβολίας, εἴτε γένος τὸ ὂν, εἴτε μὴ, ἐκ τῶν ὁμωνύμων καὶ συνωνύμωνγινώσκεται. ὁ δὲ γεθεῖος ἰάμβλιχος δοκεῖ μοι φησὶ πάντων κάλλιστον, ἀπὸ τῶν ὁμωνύμωνἄρχεσθαι τὴν περὶ τῶν κατηγοριῶν πραγματευόμενον. αὗται γὰρ δὴπουθεν αἱ κατηγορίαιτρ καὶ τοῖς ὅλοις γένεσι διε-ὁμώνυμον ἔχουσι τὸ τῆς κατηγορίας ὄνομα. πράγμασιστήκασιν. οὐδὲν δὲ ἄλλο, ἢ μόνον ὄνομα ἔχουσι κοινὸν. καὶ αὐτὸ δὲ τὸ κατηγορεῖν ὁμωνύμωςλέγεται. εἰ τοίνυν οὐκ ἐνεστιν, οὐ δὲ αὐτὸτοῦτο τὸ ἰδιωμα τῆς κατηγορίας συνιέναι, οὐδὲὕπως κοινὸν κατὰ πλειόνων ὑπάρχει, καὶ πρὸς πάντα τὰ ὄντα σχέσιν ἔχει, δυνατὸνἂν εὑρεῖν, εἰ μήτις τὰ ὁμώνυμα ἀφορίσαιτο, εἰκότως ἐν ἀρχῆ τὸν περὶ αὐτῶν ποιεῖ-ται λόγον. καὶ ἄλλως δὲ πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις, οὐδέν ἐστιν οἷον τὸ διαστέλ-λεσθαι τὰ ὀνόματα. τοῦτο καὶ πλάτων ἐν τῶ εὐθυδήμω λέγει. συνομολογοῦσι δὲκαὶ οἱ ἄλλοι πάντες, ὅτι τὸ διττὸν ὁ εὐθύδημος τῶν ὀνομάτων, μεγάλην ἀφορμὴνεἰς διαλεκτικὴν παραδέδωκεν. ἀλλ' ἴδω μὲν ὅπως τῶν ὁμωνύμων τὴν φύσιν ὁ ἀριστοτέ-λης ἐδήλωσεν, ὧδέπως αὐτοῦ τὴν λέξιν σαφηνίζοντες. τῶν πραγμάτων ἕκαστον,