τΤὸ δὲ δεύτερον κεφάλαιον περὶ αὐτῶν τῶν δέκα γενῶν διεξέρχεται. τὸ δὲ τρίτονπερί τινων καὶ αὐτὸ δια λέγεται, ὧν ἐν τοῖς περὶ κατηγοριῶν ἐμνήσθη λόγοις. καὶ τούτων τὴνἀκριβεστέραν ἔννοιαν παραδίδωσι. τί τὸ ἅμα λέγων. ἐπειδὴ τὰ πρός τι ἅμα εἶπεν ὑφέ-στάναι. καὶ ποσαχῶς λέγεται τὸ πρότερον. ἵνα μὴ νῦν μὲν αὐτοῦ τήνδε τὴν οὐσίαν πρό-τερον λέγοντες, ἄλλοτε δὲ ἄλλην ἀντιφάσκειν αὐτὸν πρὸς ἑαυτὸν ὑπονοήσωμεν. ἀλλ'εἰδείημεν κατὰ ποῖον ἐκείνη τοῦ προτέρο σημαινόμενον εἴρηται πρώτη. κατὰ ποῖον δὲ αὕτη.καὶ περὶ κινήσεως δὲ λέγει μνησθεὶς αὐτῆς ἐν τῶ ποιειν καὶ πάσχειν. καὶ τὰ ἀντικείμεναδιαιρεῖται μνημονεύσας καὶ τούτων, ἔντε τοῖς πρός τι, καίτισι τῶν ποιῶν. Τίουν μὴκαὶ ταῦτα προύταξε τοῦ περὶ τῶν κατηγοριῶν λόγου, ἢ διὰ τί μὴ κ ἀκεινα μετὰ τὰς κα-τηγορίας ἐπήγαγεν. Απορῆσας ὁ πορφύριος, λύει καλῶς τὴν ἀπορίαν. ὅτι ἐκεῖναμὲν παντελῶς ἄγνωστα ἦν, ἀπὸ τῆς συνηθείας. τούτων δὲ ἐννοίας μὲν ἔχομεν τινὰς.οὐ μὴν ἀκριβῆ διακρισιν οὐδὲ αὐτῶν. μὴ βουλόμενος οὐν ἐπὶ πολὺ τὸν περὶ αὐτῶντῶν κατηγοριῶν ἀναβάλλεσθαι λόγον, ὑπερέθκτο ταῦτα ἐσύστερον. οὔτε πρὸ διδά-ξαι αὐτὰ ἀναγκασθεὶς, διὰ τὴν ὁποιανοῦν προυπάρχουσαν αὐτῶν ἔννοιαν. οὔτε ἀτε-χνη τὴν περὶ αὐτῶν γνῶσιν καταλιπέσθαι τῶ ἀκροάτη συγχωρῶν. εἰ γὰρ καὶ χρώ-μεθάτισιν ἀπὸ τῆς συνηθείας ὀνόμασιν, ἀλλ' οὐγινωσκόντες αὐτῶν τὰς φύσεις ἀκρι-βῶς εἰςἃς οἱ ὀνοματοθέται βλέποντες τεθείκασι. Ταῦτα μὲν οὐν εἰρήσθω περὶτῆς τοῦ βιβλίου διαιρέσεως, εἰς τὰ οἰκεῖα κεφάλαια. εἰ δὲ καὶ ὑπὸποῖον μέρος τῆς ἀριστοτέλους φιλοσοφίας ποθεῖ τις μαθεῖν, δῆλον ὅτιὑπὸ τὸ ὀργανικὸν. τῆς γὰρ λογικῆς πραγματείας δέδεικται τὸπρῶτον ἐπέχουσα μέρος, ἡ περὶ τῶν ἁπλῶν φωνῶν διδα-σκαλία. ἡ δὲ λογικὴ πᾶσα, τὸ ὀργανικόν ἐστιμέρος τῆς φιλοσοφίας. ὥσπεροἱ κανόνες τε καὶ αἱστάθμαι, τῶντεκτόνωντεκαὶ οἰκοδό-μων. -
Einzelbild herunterladen
verfügbare Breiten