Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

εἶναι πολλάκις τὸ ὄνονα περὶ οὗ ὁ λόγος ἐπ' εὐθείας πτώσεως προγράφειν τοῦ γράμμα-τος. οὕτως ὁ περὶ θεμιστοκλέους λόγος, θεμιστοκλῆς ἐπιγέγραπται. καὶ ὁ περὶ πολιτείας,πολιτεία. Οτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, μάλιστα μὲν ἡ τῶν ἐννοιῶν πυ-κνότης. καὶ τὸ συνεστραμμένον τῆς φράσεως δηλοῖ, κατὰ τὴν νοεραν τοῦ ἀριστοτέλουςπροιόντος δύναμιν. καὶ αὐτὸς δὲ μέμνηται τοῦ βιβλίου ἐν ἄλλοις, δέκα κατηγορίας αὐτὸκαλῶν. ἵνα μὴ ὑπονοήσωμεν, τοῦ ἀρχυτείου μνημονεύειν αὐτὸν ἄλλην ἐπιγραφὴνχοντος. ἢ οὖν καὶ ἐκεῖνα νοθεύειν χρὴ τὰ συγγράματα, ἐν οἷς μέμνηται τούτου, ἡ μὴδὲτοῦτο ἀθετεῖν. ἀλλὰ καὶ οἱ σπουδαιότεροι τῶν ἑταίρων αὐτοῦ, ὡς γνήσιον ἀπεδέξαν-τὸ τὸ βιβλίον. πρὸς δὲ τούτοις μὴ τούτου προγραφέντος τῶ ἀριστοτέλει τοῦ βιβλί-οὐ ἀναρχος ἂν ἦν καὶ ἀκέφαλος. καὶ πᾶσα μὲν ἡ ἀριστοτέλους φιλοσοφία, ἐξαιρέ-τως δὲ ἡ λογικὴ πραγματεία. Ιστορεῖ δὲ ὁ ἄδραστος ἐν τῶ περὶ τῆς τάξεως τῶν ἀριστο-τέλους συγγραμμάτων, ὅτι φέρεται καὶ ἄλλο τῶν κατηγοριῶν βιβλίον, ὡς ἀριστοτέ-λους. καὶ αὐτὸ ὂν βραχῦ καὶ σύντομον κατὰ τὴν λέξιν, καὶ διαιρέσεσιν ὀλίγαιςδιαφερόμενον. ἀρχὴν δὲ ἔχον, τῶν ὄντων, τὸ μέν ἐστι. πλῆθος δὲ στίχων ἑκατέρουτὸ αὐτὸ ἀναγράφει. ὥστε τὸ βραχυκατὰ τὴν λέξιν εἶπεν, ὡς συντόμως ἕκαστον τῶνἐπιχειρημάτων ἐκτιθέμενον. λοιπον δὲ, τὸ περὶ τῆς εἰς τὰ κεφαλαια διαιρέσεως τοῦβιβλίου λέγειν ὑπολείπεται. ἄτινες μὴ ἐπιστήσαντες, ὅπως τε κατ' ἄρθρα διήρην-ται, καὶ ὅπως τήν τε πρὸς τὸν ὅλον σκοπὸν χρείαν ἀποπληροῦσι καλῶς. καὶ τὴνπρὸς ἄλληλα συνέχειαν διασώζουσι, στοι βηδὸν κεῖσθαι νομίζουσι τὰ κεφάλαια, κατὰτὸν ὑπομνηματικὸν τρόπον. καὶ δὴ ἀντιλέγουσιν αὐτῶ τινὲς, ἀθετοῦντες τὴν διαίρε-σιν. οἱ μὲν, ὡς πλεονάζουσαν μάτην. οἱ δὲ, ὡς πολλὰ παριεῖσαν. ὡς κουρνοῦτος καὶ ἀθη-νόδωρος. οἱ τινες περὶ λέξεων οἰόμεν οἱ τὸν σκοπὸν εἶναι, καθὸ λέξεις εἰσὶ, πολλὰςλέξεις προβάλλονται. τὰς μὲν, κυρίας. τὰς δὲ, τροπικὰς, ἐλέγχειν οἷονται τὴν δι-αίρεσιν, ὡς οὐ πάσας λέξεις περιλαμβάνουσαν. οἱ καὶ διαίρεσιν τῶν ὀνομάτων οἱονται ποι-εῖσθαι, εἰς ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα. καὶ εἶναι τὸ βιβλίον παντοδαπῶν θεώ-ρηματων σωρείαν ὑπολαμβάνουσι. λογικῶντε καὶ φυσικῶν, καὶ ἠθικῶν καὶ θεολογικῶν. εἶ-ναι γὰρ τὰ μὲν, περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων σκέμματα λογικά. ἔτιδὲ καὶ τὸ περὶ τῶν ἀντικειμένων. τὰ δὲ περὶ κινήσεως, φυσικά. ἠθικὰ δὲ, τὰ περὶ ἀρετῆς καὶκακίας. ὥσπερ θεολογικὰ, τὰ περὶ τῶν δέκα γενῶν φιλοσοφήματα. τὸ δὲ ἀληθὲς,οὐχοὕτως ἔχει. οὔτε γὰρ διαίρεσιν ποιεῖται τῶν ὀνομάτων, οὐ γὰρ ἂν τὰ ἑτερώνυμακαὶ πολυώνυμα παρῆκεν. ἀλλ' ἔστιν ὡς εἰς μεγάλα μέρη διελεῖν, τριμερὲς τὸ βιβλίον. καὶἐν μὲν τῶ πρώτω, διαρθροῖ τίνα πρὸς τὰς κατηγορίας ἐσομενα χρήσιμα. τί ἐστιν ὁ μώνυ-μον. τί συνώνυμον. τί παρώνυμον. καὶ γὰρ ἔμελλεν ἐρεῖν, ὅτι τὰ μὲν, ἐν ὑποκειμένω ὁμω-νύμως κατηγορεῖται. τὰ δὲ καθ' ὑποκειμένου, συνωνύμως. καὶ ὅτι παρωνύμως ἀπὸτῆς ποιότητος λέγεται τὰ ποια. καὶ ἀπὸ τῆς ποσότητος, τὰ ποσά. ἵνὰ τοίνυν μὴδιακόπτηται ἡ συνέχεια τῆς διδασκαλίας, περὶ τούτων αὐτοῦ μεταξὺ διδάσκοντος, ἢ ἀνερμὴ νευταμένοντα τὴν ὅλον λόγον ἀσαφη ποιῆ, εἰκότως αὐτῶν προύλαβε τὴν διάρθρωσιν.