συμπλοκὴ κατάφασις γίνεται, ἀλλ' ἡ τῶν σημαντικῶν φωνῶν. εἰ δὲ καὶ ἕκάστον τῶν ἐνταῦθα παραδιδομένων, ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιὸν ἡ ἄλλότι φησ, τὰ δὲ σημαίνοντα οὐχὶ τὰ πράγματα ἐστὶ, σημαίνεται γὰρ ἐκεῖνα, ἀλλ' αἱ φωναὶ, δῆλον ὅτι οὐ περὶτῶν ὄντων, ἀλλὰ περὶ τῶν σημαινουσῶν τὰ ὄντα φωνῶν ἡ πραγματεία. ἀλλ' ἐπειδὴκατηγορίαι παρὰ τοῖς πλείστοις ἐπιγέγραπται, τὴν αἰτίαν τούτου ζητητέον. οὐ γὰρ δὴτὰς μετὰ αἰτίας ἐγκλήσεις ὕπως χρὴ ποιεῖσθαι διὰ τοῦδε τοῦ βιβλίου διδασκόμεθα. ῥη-τόρων γὰρ ἀλλ' οὐ φιλοσόφων ἡ τοιαύτη σπουδὴ. καὶ ἀντίκειται τῶ τοιούτω κατηγορεῖν,τὸ ἀπηγορεῖν. ὅπέρ ἐστι τὸ ἀπολογεῖσθαι. ἀλλ' ὁ μὲν πορφύριος ἁπλοϊκώτερον ἐξηγού-μενος, τὸ ἀγορεύειν φησ τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν λέγεσθαι.καὶ ὅλως τὸ, λέξιν σημαντικὴν κατὰ πράγματος λέγειν. ὥστε φησ, πᾶσα ἁπλῆ λέξιςσημαντικὴ, ὅταν καθ' οὗπερσία πράγματος ἀγορευθῆ τε καὶ λεχθὴ, λέγεται κατηγό-ρία, οὕτω καὶ τῆς ῥήμασι λέγων. καίτοι τούτωγε τῶ λόω, καὶ ἡ σωκράτης, καὶ ἡ τῶν μέ-ρικῶν ἕκαστον σημαίνουσα ἁπλῆ λέξις κατηγορία ἂν ῥηθείη. καὶ οὕτως, οὐπερὶ τῶν γέ-νικωτάτων, ἀλλὰ περὶ τῶν ἁπλῶν λέξεων ἔσται ὁ λόγος. ἄμεινον οὖν οἱ ἄλλοι, κατηγο-ρίας ἐπιγεγράφθαί φασί, διὰ τὸ περὶ τῶν γενικωτάτων εἶναι, ἅπερ ἀεὶ κατη-γορεῖσθαι πέφυκε. τοῦ γὰρ ἀποφαντικοῦ λόγου, ἐν ὧ τὸ ἀληθὲς συνίσταται καὶ τὴῦψεῦδος, τὸ μὲν τί ἐστιν ὑποκείμενον περὶ οὗ ὁ λόγος. τὸ δὲ, περὶ ἐκείνου λεγόμενον.ὅπερ κατηγορούμενον ὡς κατὰ τοῦ ὑποκειμένου λεγόμενον καλεῖται. οἷον, σώ-κράτης ἄνθρωπός ἐστιν. ὑπόκειται μὲν ὁ σωκράτης. κατηγορεῖται δὲ ὁ ἄνθρωπος.καὶ ὑπόκειται μὲν τὸ μερικώτερον. κατηγορεῖται δὲ τὸ καθολικώτερον. καὶ ἀδύνατονἐπὶ τῶν κυρίως κατηγορουμένων ἀντιστρέψαι. οὐ γὰρ δυνατὸν εἰπεῖν, ὅτι ὁ ἀνθρωποςσωκράτης ἐστὶν, οὐδὲ ὅτι τὸ ζῶον ἄνθρωπος. ἔστι δὲ τὰ μὲν, μόνως κατηγορούμενα, ὡς καὶἐν τῆ πορφυρίου εἰσαγωγὴ εἴρηται τὰ γενικώτατα γένη. τὰ δὲ, μόνως ὑποκείμενατὰ ἄτομα. καὶ γὰρ ἐκείνων μὲν τὰ ἄλλα μετέχει. διὸ καὶ λέγεται κατὰ τῶν μετεχόντων.ἐκεῖνα δὲ ἄλλων οὐ μετέχει. διὸ οὐδενὶ ἐκεῖνα πρὸς κατηγορίαν ὑπόκειται. τὰ δὲ ἄτο-μα, μετέχει μὲν τῶν ὑπὲρ αὐτά. καὶ διὰ τοῦτο ὑπόκειται αὐτοῖς. ὑπ' οὐδενὸςδὲ ὡς ὁλικώτερον μετέχεται. καὶ διὰ τοῦτο οὐδενὸς κατηγόρεῖται. εἰ τοίνυνπερὶ τῶν ἀνωτάτων γενῶν ἐστιν ὁ τοῦ βιβλίου σκοπός, εἰκότως ἐπιγέγραπται κα-τηγορίαι. καὶ γὰρ καὶ ἀρχύτας τὸν αὐτὸν ἔχων σκοπὸν, βιβλίον περὶ τῶν καθό-λου λόγων ἐπεγραψε. τῶν καθόλου κατηγορουμένων ἀεὶ τῶν ὑφ' ἑαυτὰ, οὐ δέ-ποτε δὲ ὑποκειμένων. εἰ δὲ ξενίζει τὸ ὄνομα παρὰτὴν συνηθειαν κείμενον, οὐδὲνθαυμαστόν. ἐλλειπόντων γὰρ τῶν ὀνομάτων ὡς πρὸς τὰ πράγματα, οἱ φιλόσο-φοι, οὐ μόνον γινώσκειν τὰ πράγματα βουλόμενοι τὰ τοῖς ἄλλοις ἀγνοούμενα,ἀλλὰ καὶ ἐκφαίνειν τοῖς βουλομένοις μαθεῖν, ποτε μὲν ὀνοματοποιεῖν ἀναγκά-ζονται, ὡς αὐτὸς ἀριστοτέλης τὸ τῆς ἐντελεχείας ὀνοματοποιήσας. ἔστι δὲ ὅτε τοῖςἐπ' ἄλλων κειμένοις ἐπ' ἄλλων κατε χρήσαντο, οἰκείως μεταφέροντες. ὥσπερ νῦντὸ τῆς κατηγορίας. Κατηγορίαι δὲ ἐπιγέγραπται. καὶ οὐ περὶ κατηγοριῶν, διὰ τὸ σύνηθες
Einzelbild herunterladen
verfügbare Breiten