εἴδη. καὶ πόσα καθ' ἕκαστον σχῆμα. καὶ καθ' ἕκαστον σχῆμα, πόσοι γίνονται τρόποι.ἅπερ διὰ τῶν προτέρων ἀναλυτικῶν διδασκόμεθα. καὶ οὕτως εἰς τὴν ἀποδεικτι-κὴν ἐρχόμεθα πραγματείαν, ἣν ὑστέρων ἀναλυτικῶν ὁ ἀριστοτέλης ἐπέγραψεν.εἰκότως οὖν ἀπὸ τοῦ τῶν κατηγοριῶν βιβλίου, καὶ τῆς λογικῆς πραγματείας, καὶτῆς ὅλης ἀρχόμεθα φιλοσοφίας. καὶ ἔχομεν ἐκ τῶν εἰρημένων, καὶ τὴν τάξιν τῆςἀναγνώσεως τοῦ προκειμένου βιβλίου παραδιδομένην. Αλλὰ καὶ τίς ἡ τῆς ἐπι-γραφῆς αἰτία ζητεῖν ἄξιον. Πρῶτον δὲ, κατὰ πόσους ἐπιγέγραπται τρόπους. καὶ τίςτῶν ἐπιγραφων ἡδοκιμωτέρα. καὶ γὰρ οἱ μὲν, πρὸ τῶν τοπικῶν ἐπέγραψαν τὸ βι-βλίον. οἱ δὲ, περὶ τῶν γενῶν τοῦ ὄντος. ἄλλοι δὲ, περὶ τῶν δέκα γενῶν. ἄλλοι δὲ, κατηγορί-αἱ δέκα. ἄλλοι δὲ, κατηγορίαι. ὥσπερ καὶ νῦν φέρεται. ἀλλ' οἱ μπρὸ τῶν τοπικῶν ἐπι-γράψαντες, καὶ ταύτην τῶ βιβλίω τὴν τάξιν ἀποδόντες, ἅτοποι. οὐ γὰρ τῶν το-πικῶν προηγεῖται μόνον, ἀλλ' ἐν μὲν τοῖς λογικοῖς τῆς τε συλλογιστικῆς ἤτοι ἀναλυ-τικῆς πάσης θεωρίας, καὶ τῆς περὶ προτάσεων, ἣν περὶ ἑρμηνείας ἐπιγράφουσιν.ἐνδὲ τῆ περὶ τῶν ὄντων θεωρία, πάσης ἡγεῖται φιλοσοφίας ἡ τῶν ἁπλῶν παράδοσις.ἅτε περὶ τῶν στοιχειωδεστάτων διδάσκουσα. ἐπειδὴ δὲ οὐχ ὁτυχῶν ἐστιν ἀνήρ ὁ μετὰτὰς κατηγορίας εὐθὺς τὰ τὸ πικὰ τάξας βιβλία, ἀλλ' ἄδραστος ὁ ἀφροδισιεὺς,ἀνήρ τῶν γνησίων περιπατητικῶν γεγονὼς, ἐν τῶ περὶ τῆς τάξεως τῆς ἀριστοτέλουςφιλοσοφίας, μετὰ τὴν τῶν κατηγοριῶν βίβλον, τὰ τοπικὰ βούλεται τε τάχθαι.τίνα ἂν σχοίη αἰτίαν πιθανὴν ἀνδρὸς ἐλλογίμου κρίσις. ἢ ὅτι προηγεῖσθαι μὲν δεῖπάντως τὴν τῶν ἁπλῶν φωνῶν γνῶσιν, διὰ τοῦ τῶν κατηγοριῶν βιβλίου. πρὸ δὲτῆς ἀποδεικτικῆς μεθόδου, καὶ τῶν ἀναγκαίως αὐτῆς προηγουμένων συλλογισμῶνκαὶ προτάσεων, τὴν ἐξ ἐνδόξων καὶ πιθανῶν συλλογιζομένην παραδίδωσι μέθο-δον. διὸ ἐπειδὴ κατὰ συλλογισμὸν καὶ αὕτη πρόεισι, προδιδάσκει καὶ ἐπὶ ταύτης,τί ἐστι κοινὸς συλλογισμός. ὥσπερ καὶ ἐπὶ τῶν προτέρων ἀναλυτικῶν. εἰ γὰρ ἀπὸτῶν ἐνδόξων ἐπὶ τὰ ἀποδεικτικὰ, καὶ ἀπὸ τῶν πιθανῶν ἐπὶ τὰ πάντως ἀληθῆ ςέναι χρή, εἰκότως φαίη ἂν ἄδραστος, ἡ τοπικὴ πραγματεία, τῆς τε ἀποδεικτικῆς προηγειται, καὶ τῶν ἀναγκαίως προλαμβανομένων τῆς ἀποδείξεως. ἀλλὰ ταῦτα μὲνπιθανῶς. εἴπερ ἄρα καὶ πιθανῶς εἴρηται. ἄτοπος δὲ ὄντως ἡ πρὸ τῶν τοπικῶνἐπιγραφὴ τοῦ βιβλίου. αἱ γὰρ ἁπλαῖ φωναὶ, τῶν, τὲ προτάσεων τῶν ἀπ' αὐτῶν ἡγοῦνται προσεχῶς, καὶ τῶν ἐξ ἐκείνων συλλογισμῶν. οἱ δὲ περὶ τῶν γενῶν τοῦ ὄν-τος, ἢ περὶ τῶν δέκα γενῶν ἐπιγράφοντες, ὥσπερ καὶ πλωτίνω δοκεῖ, ἐν τῆ πρὸς αὐτὰς ἀντιλογία, πρὸς τὰ πράγματα ἀφορῶσι μόνον, ἀλλ' οὐ πρὸς τὸν λογιστικὸν σκο-πόν. τὰ γὰρ γένη τοῦ ὄντος, αὐτὰ τὰ πράγματά ἐστιν. ὅτι δὲ οὐ περὶ τῶν ὄντων ὁ σκοπός,ἀλλὰ περὶ τῶν σημαινουσῶν αὐτὰ φωνῶν καθὸ σημαντικαὶ, εἴρηται μὲν καὶ πρότερον. σαφως δὲ καὶ αὐτὸς ἐνδείκνυται ἕκαστον τῶν εἰρημένων εἰπὼν, αὐτὸ μὲν καθ' αὐτὸ ἐν οὐδεμιᾶκαταφάσει λέγεσθαι. τῆ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῆ, κατάφασιν γίνεσθαι. εἰ γὰρ ἡκατάφασις ἐν φωνῆ καὶ λόγω, οὐκ ἄν εἴη περὶ τῶν ὄντων ὁ σκοπός. οὐ γὰρ ἡ τῶν πραγμάτων
Einzelbild herunterladen
verfügbare Breiten