γῆν ὀρυχθῆναι. καὶ ἐνταῦθα κατέληξεν, ὅθεν ἡ πρᾶξις ἀρξαμένη, πρῶτον μὲν ὀ-ρύττει τὴν γῆν, εἶτα τοὺς θεμελίους καταβάλλεται. καὶ τούτοις ἐποικοδομεῖ τοὺςτοίχους. καὶ τελευταίαν τὴν ὀροφὴν ἐπιτίθησι. κἀνταῦθα τοίνυν μοι τὸ ὅμοιον παραφύλαττε. ὡς γὰρ τῆς οἰκίας δεόμεθα, κωλυούσης τὴν ἀπ' ἀνέμων καὶ ὄμβρωνκαὶ καύματος γινομένην φθοράν, οὕτω καὶ τῆς ἀποδείξεως δεόμεθα, κωλυούσηςτήν τε ἀπὸ τοῦ ψεύδους ἐν τῆ θεωρία, καὶ τὴν ἀπὸ τοῦ κακοῦ ἐν τῇ πράξει κυρίωςἂν καλουμένην φθοράν. καὶ γὰρ ὥσπερ ἐπὶ τῆς θεωρίας ἀντίκειται τῶ ἀληθεῖ τὸψεῦδος, οὕτω καὶ ἐν τῆ πρακτικῆ φιλοσοφία ἀντίκειται τῶ ἀγαθῶ τὸ κακόν, καὶ δεόμεθα τινὸς ὀργάνου τοῦ διακρίνοντος αὐτὰ. ἵνα μὴ τοῖς ψεύδεσιν ἀντὶ τῶν ἀλη-θῶν καὶ τοῖς κακοῖς ἀντὶ τῶν ἀγαθῶν περιπίπτωμεν. τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις,τὸ κριτήριον ἑκάστου, τὸ μὴ συγχωροῦν διὰ τὸ ἀμυδρὸν ἴσως ἴχνος τοῦ ἀληθοῦς,ἢ τοῦ ἀγαθοῦ ἀπατᾶν, ἀλλὰ γυμνοῦν πάντα καὶ βασανίζον. ὥσπερ οὖν τὴνοἰκίαν, ὅπως ἂν γένοιτο σκοποῦντες ἐπὶ τὴν ὄρυξιν τῆς γῆς καταλήγομεν, οὕτω καὶτῆς ἀποδείξεως τὴν γένεσιν σκοποῦντες, ἐπειδὴ ἡ ἀπόδειξις λέγει, τί τινὶ ὑπάρχει,καὶ τί τινὶ οὐχ ὑπάρχει. οὐχ ἁπλῶς, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθεῖσα, διὰ τί ὑπάρ-χει, ἢ οὐχ ὑπάρχει. δῆλον ὅτι οὐκ ἔστιν ἁπλοῦς λόγος, ἀλλὰ συλλογὴ πλειόνων.τοῦ τε ὑπάρχοντος, καὶ ὧ ὑπάρχει. καὶ τῆς αἰτίας εἰς δύο προτάσεις τοὐλάχιστον συνα-γομένης. ὁ γὰρ δεικνὺς ὅτι ἡ ψυχὴ ἀθάνατος, διὰ μέσου τοῦ αὐτοκινήτου, λέγειοὕτως. ἡ ψυχὴ αὐτοκίνητος. τὸ αὐτοκίνητον, ἀθάνατον. καὶ οὕτως ἐπάγει τὸ συμπέ-ρασμα. ὅτι ἡ ψυχὴ, ἀθάνατος. συλλογισμὸς οὖν ἀποδεικτικός ἐστιν ἡ ἀπόδειξις.πῶς δὲ ἂν μάθοιμεν τὸν ἀποδεικτικὸν συλλογισμὸν, μὴ τὸν ἁπλῶς προμαθόντεςσυλλογισμὸν. οὐδὲ γὰρ γράφειν τόνδε τὸν τύπον ἢ τόνδε δυνησόμεθα, μὴ ἁπλῶς γρά-φειν μαθόντες. τὸν δὲ ἁπλῶς συλλογισμὸν, πῶς ἐστι μαθεῖν, εἰ μὴ τὰ ἐξ ὧν συνέ-στηκε μάθοιμεν. αὗται δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται ἐξ ὀνομάτων εἰσὶ καὶ ῥη-μάτων. τῶν μὲν, ὑποκειμένων. τῶν δὲ κατηγορουμένων. δεῖ οὖν καὶ τῆς τούτωνγνώσεως. καὶ οὐδὲ μέχρι τούτων ἔχει τέλος ἡ ἀνάλυσις. προηγεῖται γὰρ καὶ τούτωνἡ τῶν ἁπλῶν φωνῶν θεωρία. καθ' ἣν πάντα ὀνόματά ἐστι. διότι ἡ πρώτη θέσις τῶνφωνῶν, ὡς ὀνομάτων ἔνεστι. δεηθέντες γὰρ οἱ ἄνθρωποι σημαίνειν ἀλλήλοις τὰπράγματα, διὰ τὸ τῆς κοινῆς ἀποστῆναι νοήσεως, ἔθεντο τῶδε μὲν, ὄνομα σῶμα. τῶδε δὲ,δεξιὸν. καὶ ἄλλω ποιεῖν ἢ πάσχειν. οὔπω διαφορᾶς οὔσης, καθ' ἣν τὰ μὲν, ὑπόκειται. τὰδὲ, κατηγορεῖται. καὶ τὰ μὲν προσημαίνει χρόνον. τὰ δὲ, οὔ. προηγεῖται οὖν ἡ τῶν ἁ-πλῶν φωνῶν θεωρία. καὶ ἀπὸ ταύτης ἀρκτέον τῶ τὴν ἀπόδειξιν δημιουργοῦντι. εἰκό-τως οὖν ἀπὸ τῶν κατηγοριῶν ἀρχόμεθα. ἐπειδὴ δι' αὐτῶν, εἴς τε τὸν σημαντικὸν λό-γον, καὶ εἰς τὰ σημαινόμενα πράγματα, εἰσαγόμεθα ἀπὸ ἁπλουστέρων ἐπὶ τὰσυνθετώτερα. μετὰ γὰρ τὰς ἁπλᾶς φωνὰς, τί ὄνομα καὶ τί ῥῆμα μανθάνομεν. ἔπειτα,τί κατάφασις καὶ τί ἀπόφασις. καὶ τίνες αἱ τούτων διαφοραί. ἅπερ ἐν τῶ περὶ ἑρμηνείας διδασκόμεθα. εἶτα τί ὅρος καὶ τί πρότασις. καὶ συλλογισμός. καὶ τίνα τῶν συλλογισμῶν
Einzelbild herunterladen
verfügbare Breiten