Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ὥσπερ ἡ βλίτυρι. ἀλλὰ κινοῖεν ἐν τῶ ἀκούοντι τὰς ἐννοίας, ταῖς κινητικαῖς νοήσεσιν.ἀπὸ γὰρ νοήσεων προϊοῦσαι νοήσεις, καὶ αὗται κινοῦσι προσεχῶς, καὶ συνάπτουσι τὰςτοῦ μανθάνοντος ταῖς τοῦ διδάσκοντος, μεσότητες ἀμφοῖν γινόμεναι. αἱ δὲ νοή-σεις οἰκείως κινηθεῖσαι, ἐφαρμόττουσι τοῖς πράγμασι. καὶ οὕτως γίνεται ἡ τῶν ὄντωνγνῶσις. καὶ ὁ αὐτοφυὴς ἔρως τῆς ψυχῆς ἀποπίμπλαται. καὶ ἔστιν ἡ φωνὴ, πέραςτῆς ψυχικῆς ἐνεργείας. τῶν δὲ περάτων ἐστὶ, τὸ ἐπιστρέφειν εἰς τὰς ἀρχὰς· διὸ καὶ ἡφωνὴ τὰς ἀποστάσας ἀπὸ νοῦ καὶ τῶν ὄντων ψυχὰς καὶ διακριθείσας ἀλλήλων, συνά-γει τε εἰς ὁμόνοιαν. καὶ τοῖς πράγμασι συναρμόζειν ποιεῖ. καὶ πρὸς νοῦν ἀναπέμπεικαὶ παρασκευάζει μὴ μόνον ἀφώνους ἐθέλειν εἶναι, ἀλλὰ μηδὲ ἐννοίας τῶν πραγμάτων ἑτέρας ἔχειν. οὕτως οὖν τὰ ἡνωμένως ἐν τῶ νῶ προειλημμένα ἐμέρισεν ἡ ψυ-χή. μετὰ μέντοι τοῦ φυλάξαι καὶ ἐν τῆ διαιρέσει τὴν ἀλληλουχίαν. ἔστιν οὖν ἐκ τῶνεἰρημένων δῆλον, ὅτι ἔστι μὲν ὁ σκοπὸς οἰκεῖος τῆ λογικῆ πραγματεία. περὶ τῶν ἁπλῶν καὶ πρώτων καὶ γενικῶν φωνῶν, καθὸ σημαντικαὶ τῶν ὄντων εἰσί, συνδιδά-συνδιδάσκεται δὲ πάντως καὶ τὰ σημαινόμενα ὑπ' αὐτῶν πράγματα καὶ τὰ νοήματα.καὶ καθὸ σημαίνεται τὰ πράγματα ὑπὸ τῶν φωνῶν, καὶ ταῦτα τοῖς περὶ ἀλέξανδρον καὶ ἑρμῖνον καὶ βοηθὸν καὶ πορφύριον δοκεῖ. καὶ ὁ θεῖος ἰάμβλιχος ἐπιψη-φίζει. καὶ συριανὸς σαφηνίζει. καὶ οἱ ἡμέτεροι διδάσκαλοι ἀποδέχονται. ἀλλ' ἐπεὶδέδεικται περὶ φωνῶν ὁ σκοπός, τῶν δὲ φωνῶν αἱ μέν, εἰσιν ἁπλαῖ, αἱ δὲ σύνθετοι, περὶτῶν ἁπλῶν ἐστὶ φωνῶν τῶν πρώτων. καὶ τὰ πρῶτα καὶ γενικώτατα τῶν ὄντων ση-μαινουσῶν, διὰ μέσων τῶν ἁπλῶν καὶ πρώτων νοημάτων. τὰ δὲ ἁπλᾶ εἰς δέκα συ-συνήγαγον οἱ πυθαγόρειοι. ὡς ἀρχύτας. ὧ καὶ πλάτων συγγέγονεν, ὡς ἐν τῶ περὶ τῶν κα-θόλου λόγων ἐδίδαξε βιβλίω, ὧ καὶ ἀριστοτέλης κατηκολούθησε. καὶ μέχρι τῶνὀνομάτων. κατὰ τοσοῦτον μόνον, ὡς δοκεῖ τισὶ παραλλάξας: καθόσον τὸ ἓν αὐτὸςοὐ προσλογίζεται τὸ τῶν δέκα περιεκτικόν. καὶ τὸ κατὰ φύσιν τῶν ὀνομάτων ἀπογι-νώσκει. Χρήσιμος δὲ ἡ τούτων διδασκαλία πρός τε τὴν τῆς ὅλης φιλοσοφίας καὶπρὸς τὴν τῆς λογικῆς πραγματείας εἰσαγωγὴν. δῆλον γὰρ ὅτι τὰ ἁπλᾶ πρὸς στοιχεί-ωσιν ἐστὶν ἐπιτήδεια. διὸ καὶ ὁ γεωμέτρης, ἀπὸ τῶν ἁπλουστέρων ἀρχόμενος, περὶ τρι-γώνων πρώτων καὶ τετραγώνων ἐφεξῆς διδάσκει. καὶ τότε περὶ πενταγώνων καὶ τῶνἐφεξῆς πολυγώνων. καὶ οἱ περὶ τοῦ ἀριθμοῦ ἐσπουδακότες τί ἄρτιον καὶ τί περιτ-τὸν καὶ οὕτως, τί ἀρτιοπέριττον ἢ περισσάρτιον. πρὸς δὲ τὴν λογικὴν πρα-γματείαν, ὅτι χρήσιμος ἡ τῶν ἁπλουστάτων λέξεων ἀρχή, φανερὸν ἐντεῦθεν.Η θεωρία καὶ ἡ πρᾶξις, ἀνάπαλιν ὁδεύουσι. καὶ γὰρ ἡ μὲν θεωρία ἀπὸ τοῦ τέλους ἀρξα-μένη, ὁδῶ πρόεισιν ἐπὶ τὴν ἀρχήν. ἡ δὲ πρᾶξις, ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδεύει. ὡςἐπὶ οἰκίας. ἡ μὲν γὰρ θεωρία, αὐτῆς τὴν χρείαν εὐθὺς ἐννοεῖ, δι' ἥν ἐστιν οἰκία. ὅτι διὰ σκέ-πην ἀνέμων. καὶ ὄμβρων. καὶ καύματος. καὶ ἀρξάμενος ἀπὸ τοῦ τέλους, καὶ ὅπως ἂν τοῦτο πε-ριγένοιτο θεωρῶν, εὑρίσκει ὅτι σκέπην ἄνευ τοίχων ἐπικεῖσθαι, ἀδύνατον. τοὺς δὲ τοί-χους ἄνευ θεμελίων, οὐχ οἷόν θ' ἱδρῦσθαι. ἀλλ' οὐδὲ τούτους καταβληθῆναι, πρὸ τοῦ τὴν