τείνοντα τοῖς εἰρημένοις. λέγει γὰρ καὶ ἐκεῖνος. ὅτι κατὰ μὲν τὸ ὄνομα καὶ τὸ ῥῆμαἡ διαίρεσις εἰς τὰ τοῦ λόγου γίνεται στοιχεῖα. κατὰ δὲ τὰς κατηγορίας ἡ διαίρεσιςγίνεται. καθὸ σχέσιν ἔχουσιν αἱ λέξεις πρὸς τὰ ὄντα σημαντικαὶ τούτων οὖσαι. διὸφησίν οἱ σύνδεσμοι, ἐν μὲν τῆ λέξει εὑρίσκονται. τῶν δὲ κατηγοριῶν, ἐκπίπτουσιν.οὐδὲν γὰρ τῶν ὄντων δηλοῦσιν. οὔτε οὐσίαν. οὔτε ποιόν. οὔτε ἄλλότι τοιοῦτον. δῆ-λον οὖν ἐκ τῶν εἰρημένων, ὅτι οὔτε περὶ φωνῶν ψιλῶν, οὔτε περὶ αὐτῶν τῶν ὄντων ἧὄντα ἐστὶν, οὔτε περὶ τῶν νοημάτων μόνων οἱ ἄνδρες οὗτοι τὸν σκοπὸν ἀφορίζονται.ἀλλὰ περὶ φωνῶν μὲν ἁπλῶν καὶ λέξεων. διό τι λογικῆς ἐστι πραγματείας προοίμιον. καθὸδὲ σημαντικαὶ τῶν ὄντων εἰσὶ τῶν πρώτων καὶ ἁπλῶν. ἀλλ' οὐ καθὸ παρασχηματίζονται. ἢσυσχηματίζονται. ἢ πάθη τοιάδε ἀναδέχονται, καὶ ἰδέας ἔχουσι τοιάςδε. ἅπερ ἡ περὶτῶν λέξεων ὡς λέξεων ἐπίσκεψις πολυπραγμονεῖ. δῆλον δὲ ὅτι ἡ περὶ τῶν λέξε-ων καθὸ σημαίνουσιν, ἀνάγκη καὶ τὰ πράγματα συνηρτῆσθαι τὰ σημαινόμενα,καὶ τὰ νοήματα, τὰ κατὰ τὰς σημασίας γινόμενα. διὸ καὶ τί σημαίνει ἑκάστη λέξις,ἀναδιδάσκει. καὶ τὰ πράγματα καθ' ἑκάστην κατηγορίαν διορίζεται. καὶ τῆ δι-αιρέσει τῆ αὐτῆ χρῆται κἀνταῦθα, ὅπου περὶ τῶν σημαντικῶν λέξεων ἐστὶ προηγου-μένως ὁ σκοπός. καὶ ἐν τῆ μετὰ τὰ φυσικὰ, ὅπου περὶ τῶν ὄντων ἧ ὄντα ἐστὶ διδά-σκει. παραπλησίως δὲ καὶ ἐν τοῖς λογικοῖς. οἷον ἐν τοῖς τοπικοῖς. καὶ ἐν τοῖς νικομα-χείοις ἠθικοῖς. καὶ ἐν ταῖς ἄλλαις πραγματείαις, τῆ εἰς δέκα ταύτη χρῆται διαι-ρέσει τῶν πρώτων γενῶν. ὡς πανταχοῦ μὲν τῆς αὐτῆς οὔσης διαιρέσεως. ἀλλ' ἐνταῦ-θα μὲν οἰκείως τῆ λογικῆ πραγματεία κατὰ τὰς σημαντικὰς λέξεις λαμβανομέ-νης. ἀλλαχοῦ δὲ οἰκείως τῆ περὶ τῶν ὄντων θεωρία κατὰ τὴν τῶν ὄντων ὑπόστασιν.οὔτε τῶν σημαντικῶν λέξεων πάντη κεχωρισμένων τῆς τῶν ὄντων φύσεως, οὔτε τῶνὄντων ἀπηρτημένων τῶν σημαίνειν αὐτὰ πεφυκότων ὀνομάτων. ἀλλ' οὐδὲ τῶν νο-ημάτων ἔξω τῆς ἀμφοῖν ὄντων φύσεως. ἓν γὰρ ὄντα πρότερον τὰ τρία ταῦτα, διε-κρίθησαν ὕστερον. ὁ μὲν γὰρ νοῦς, αὐτὰ τὰ πράγματα, ὧν καὶ αὐτὴ ἡ νόησις, ταυ-τὸν ἔχει τά τε ὄντα καὶ τὰ τῶν ὄντων νοήματα διὰ τὴν ἀδιάκριτον ἕνωσιν. καὶφωνῆς οὐδὲν ἐκεῖ χρεία. ψυχὴ δὲ πρὸς μὲν νοῦν ἐστραμμένη, τὰ αὐτὰ δευτέρως ἔχει.ὅτε καὶ γεννητικούς ἀλλ' οὐ γνωστικοὺς μόνον ἔχει τοὺς ἐν αὐτῆ λόγους. ἀποστᾶσα δὲἐκεῖθεν, καὶ τοὺς ἐν αὐτῆ λόγους τῶν ὄντων χωρίσασα, καὶ διὰ τοῦτο εἰκόνας αὐτοὺς ἀντὶ τῶν πρωτοτύπων ποιήσασα, διέστησεν ἀπὸ τῶν πραγμάτων τὴν νόησιν. καὶ το-σούτον μᾶλλον, ὅσω καὶ τῆς πρὸς τὸν νοῦν ὁμοιότητος ἀπέστη. καὶ λοιπὸν ἀγαπᾶσύμφωνα τοῖς πράγμασι προβάλλεσθαι τὰ νοήματα. πεσοῦσα δὲ εἰς γένεσιν καὶλήθης ἀναπλησθεῖσα, ἐδεήθη μὲν ὄψεως. ἐδεήθη δὲ ἀκοῆς πρὸς ἀνάμνησιν. δεῖταιγὰρ τοῦ ἤδη τεθεαμένου τῆς ἀληθείας διὰ φωνῆς, ἀπὸ τῆς ἐννοίας προςφερομέ-νης. κινοῦντος καὶ τὴν ἐν αὐτῆ τέως ἀπεψυγμένην ἔννοιαν. καὶ οὕτως ἡ τῆς φωνῆς ἐγένετοχρεία. προσεχῶς μὲν τοῖς νοήμασιν ἐξομοιοῦσθαι σπευδούσης. δι' ἐκείνων δὲ καὶ τοῖς πράγμασιν ἐφαρμοττούσης καὶ συμφυομένης πρὸς αὐτὰ, ἵνα μὴ μάτην αἱ φωναὶ λέγοιντο.
Einzelbild herunterladen
verfügbare Breiten