καὶ ἁπλῶν μορίων τοῦ λόγου σημαινόμενα. νοήματά τε βουλόμενος δηλῶσαι,διαιρεῖ τὸ ὂν οὐκ εἰς τὰ καθ' ἕκαστα.. ἀπερίληπτα γὰρ ταῦτα καὶ ἄγνωστα, διά τε τὸ πλῆθος καὶ τὴν παντοίαν μεταβολήν. ἀλλ' εἰς τὰ ἀνωτάτω γένη τὰ δέκα ταῦτα, ἅπερκατηγορίας ἐκάλεσεν, ὡς γενικώτατα. καὶ αὐτὰ μὲν μηδενὶ ὑποκείμενα. κατηγο-ρούμενα δὲ τῶν ἄλλων. ὥστε περὶ τῶν ἁπλῶν καὶ γενικωτάτων τοῦ λόγου μορίων εἶ-ναι τὸν σκοπὸν, τῶν τὰ ἁπλᾶ πράγματα σημαινόντων. καὶ τὰ περὶ τῶν ἁπλῶνπραγμάτων ἁπλᾶ νοήματα. τῆς δὲ αὐτῆς ἐγένετο δόξης, καὶ ὁ αἰγαῖος ἀλέξανδρος.ὁ δὲ πορφύριος, σκοπὸν εἶναι τοῦ βιβλίου φησὶν ἔν τε τῶ πρὸς γεδάλειον, καὶ ἐν τῶκατὰ πεῦσιν καὶ ἀπόκρισιν, περὶ τῶν κατηγορουμένων. αὗται δέ εἰσιν αἱ ἁπλαῖ φω-ναὶ, αἱ σημαντικαὶ τῶν πραγμάτων, καθὸ σημαντικαὶ εἰσιν, ἀλλ' οὐ καθὸ λέξειςἁπλῶς. καθὸ μὲν γὰρ λέξεις, ἄλλας ἔχουσι πραγματείας, ἃς ἐν τῶ περὶ τῶν τοῦ λόγου στοι-χείων, ὅ, τε θεόφραστος ἀνακινεῖ, καὶ οἱ περὶ αὐτὸν γεγραφότες. οἷον πότερον ὄνομα.καὶ ῥῆμα τοῦ λόγου στοιχεῖα, ἢ καὶ ἄρθρα καὶ σύνδεσμοι καὶ ἄλλα τινά. λέξεως δὲ καὶταῦτα μέρη. λόγου δὲ, ὄνομα καὶ ῥῆμα. καὶ τίς ἡ κυρία λέξις, τίς δὲ ἡ μεταφορική.καὶ τίνα τὰ πάθη αὐτῆς. οἷον, τί ἀποκοπή. τί συγκοπή. τί ἀφαίρεσις, τίνες αἱ ἁπλαῖ.τίνες αἱ σύνθετοι. τίνες αἱ ὑποσύνθετοι. καὶ ὅσα τοιαῦτα. καὶ ὅσα περὶ ἰδεῶν εἴρηται.τί τὸ σαφὲς ἐν ταῖς λέξεσι. τί τὸ μεγαλοπρεπές. τί τὸ ἡδὺ καὶ πιθανόν. καθὸ μέν-τοι σημαντική ἐστιν ἡ λέξις, κατὰ τὰ γένη τῶν ὄντων ἀφορίζεται. καὶ ἡ μὲν λέξις, κατη-γορία λέγεται, ὡς κατὰ τοῦ πράγματος ἀγορευομένη. τὸ δὲ πρᾶγμα, κατηγόρημα.τῆς οὖν κατηγορίας ἤτοι πράγματος ὄντος, μετὰ τῆς σημαινούσης αὐτὸ λέξεως, ἢτῆς σημαντικῆς λέξεως, καθόσον ἐστὶ σημαντική, ἑκατέρως ἔχεται καὶ τῶν λέξε-ων καὶ τῶν πραγμάτων ἡ κατηγορία. ἀπείρων δὲ ὄντων τῶν κατὰ μέρος καὶ ἀπερι-λήπτων, εἰς δέκα γένη τὰ ἄπειρα ἀνήγαγεν ὁ ἀριστοτέλης. τὰς μὲν οὐσίας πάσας εἰς μί-αν συνελὼν τὴν ἀνωτάτω οὐσίαν. ἧς ἐστι καὶ λέξις σημαντική. αὕτη ἡ οὐσία σύμβο-λον οὖσα τῆς ἐν τοῖς οὖσιν οὐσίας, εἴτε ὑποστάσεως οὔσης, εἴτε ἄχρι ἐπινοίας ὑφεστώ-σης. οὐδὲν γὰρ τοῦτο τῆ κατηγορία διενήνοχεν. οὐ γὰρ καθὸ ἐν ὑποστάσει ἐστὶ τὰ πράγματα δηλοῦται ὑπὸ τῆς κατηγορίας, ἀλλὰ καθὸ ἐπινοεῖται. ἤτοι ὄντα, ἢ ὡς ὄν-τα. ὁμοίως δὲ καὶ τῶν καθ' ἕκαστα ποσῶν ἐπὶ τὸ γενικώτατον ποσὸν ἀναγομένων.ἄλλη γίνεται κατηγορία, ἡ ἀνωτάτω λέξις τοῦ ποσοῦ, κατὰ τοῦ ἀνωτάτω πράγμα-τος ἀγορευομένη. οὕτως δὲ καὶ τὸ ποιόν. ἕτερον δέ τι γένος ἐστὶ τὸ πρός τι, ὑφ' ὃ πάν-ντα ἀνάγεται, τὰ πρὸς ἄλλοτι πῶς ἔχοντα. καὶ κατηγορία ἄλλη τῆς πρός τι λέξε-ως, ὑφ' ἣν τὸ διπλάσιον. τὸ ἥμισυ. δοῦλος. δεσπότης. πατὴρ. υἱὸς. καὶ τὰ τοιαῦ-τα. τὸ δὲ καθῆσθαι, καὶ ἑστάναι, καὶ κατακεῖσθαι, ἄλλο ποιεῖ γένος τὸ κεῖσθαι. τὸ δὲἠμφιέσθαι καὶ ὡπλίσθαι, ὑπὸ τὸ ἔχειν ἀνάγεται. τὸ δὲ ἐν λυκείω καὶ ἐν ἀκαδημία,ὑφ' ἓν γένος τὸ ποῦ. καὶ τὸ ποτὲ γένος ἐστὶν ἄλλο περιέχον τὰ τοῦ χρόνου εἴδη καὶ μέρη. τὸδὲ τέμνειν, καὶ καίειν, εἰς τὸ ποιεῖν. ὥσπερ τὸ τέμνεσθαι καὶ καίεσθαι, εἰς τὸ πάσχειν. προστίθησιν δὲ καὶ τὰ τοῦ βοήθου ὁ πορφύριος, πολλῆς ἀγχινοίας γέμοντα, καὶ εἰς τὸ αὐτὸ
Einzelbild herunterladen
verfügbare Breiten