Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τὸ γνήσιον οὐκ ἐπὶ πάντων δεῖται κατασκευῆς. ἀλλ' ἐφ' ὧν ἔστι τις ὅλως ἀντιλογίας ἀφορμή. Ιδωμεν οὖν καὶ ἐπὶ τοῦ προκειμένου βιβλίου τῶν προβληθέντων κεφα-λαίων ἕκαστον. καὶ πρῶτον, τίς ὁ σκοπὸς ὁρίσωμεν. ἐπειδὴ καὶ παρὰ τοῖς ἐλλογιμω-τάτοις διαμφισβητούμενος φαίνεται. ὅτι μὲν γὰρ περὶ δέκα τινῶν ἁπλῶν ποιεῖταιτὸν λόγον, ἅπερ γένη καλοῦσιν ὡς ὁλικώτατα, πρόδηλον. ταῦτα δὲ οἱ μὲν, φωνὰςεἶναι λέγουσι. καὶ περὶ φωνῶν ἁπλῶν εἶναι τὸν σκοπόν φασί. καὶ ὅτι μέρος ἐστὶ τῆςλογικῆς τὸ πρῶτον. ὡς οὖν τὸ περὶ τῶν προτάσεων βιβλίον περὶ φωνῶν ἐστι συνθέτων,ἀλλ' οὐχὶ περὶ πραγμάτων, οὕτως καὶ τοῦτο περὶ τῶν μερῶν τῆς προτάσεως ὂν, περὶ φωνῶν ἂν εἴη. ἔτι δὲ ἀρχόμενος τοῦ λόγου ὁ ἀριστοτέλης, τῶν λεγομένων φησί, τὰ μὲν,κατὰ συμπλοκήν. τὰ δὲ, ἄνευ συμπλοκῆς λέγεται. καὶ πάλιν. τῶν κατὰ μηδεμί-αν συμπλοκὴν λεγομένων ἕκαστον, ἤτοι οὐσίαν σημαίνει. ὡς περὶ τῶν φωνῶν οὔσηςτῆς προθέσεως τῶν σημαινουσῶν. καὶ μετὰ τὴν τῶν δέκα γενῶν ἀπαρίθμησιν, ἕκα-στον φησὶ τῶν εἰρημένων, αὐτὸ μὲν καθ' ἑαυτὸ, ἐν οὐδεμιᾶ καταφάσει λέγεται. τῆδὲ πρὸς ἄλληλα συμπλοκῇ τούτων, κατάφασις γίνεται. ἡ γὰρ τῶν φωνῶν συμπλο-κὴ, κατάφασις γίνεται, ἀλλ' οὐχὶ τῶν πραγμάτων. ἄλλοι δὲ τοῦτον μὲν οὐκ ἀπο-δέχονται τὸν σκοπόν. οὐ γὰρ φιλοσόφου τὸ περὶ φωνῶν θεωρεῖν, ἀλλὰ γραμματι-κοῦ μᾶλλον. τά τε πάθη καὶ τοὺς παρασχηματισμοὺς αὐτῶν καὶ τὰς κυριότητας καὶτὰς ἰδέας ἐπισκεπτομένου. περὶ δὲ τῶν ὄντων αὐτῶν τῶν ὑπὸ τῶν φωνῶν σημαινο-μένων εἶναι λέγουσι τὸν σκοπὸν. καὶ ταῦτα εἶναι τὰ λεγόμενα. καὶ μάρτυρα καὶοὗτοι τὸν ἀριστοτέλη παρέχονται λέγοντα. Τῶν ὄντων, τὰ μὲν, καθ' ὑποκειμένουτινὸς λέγεται. ὡς περὶ τῶν ὄντων οὔσης τῆς διαιρέσεως. καὶ πάλιν. Οὐσία δέ ἐστιν, ἡκυριώτατη καὶ πρώτως καὶ μάλιστα λεγομένη. ὥστε περὶ τῆς οὐσίας καὶ τῶν ἄλ-λων τῶν ὄντων ὁ λόγος. ἀλλὰ καὶ τούτοις ἀντίκειται τὸ τῆς λογικῆς πραγματείαςμέρος εἶναι τὸ προκείμενον βιβλίον. περὶ δὲ τῶν ὄντων ἧ ὄντα ἐστὶ, τὴν μετὰ τὰ φυσικὰ καὶ ὅλως τὴν πρώτην πραγματεύεσθαι φιλοσοφίαν. ἄλλοι δὲ οὔτε περὶτῶν σημαινουσῶν φωνῶν, οὔτε περὶ τῶν σημαινομένων πραγμάτων εἶναι λέγουσιτὸν σκοπόν. ἀλλὰ περὶ τῶν ἁπλῶν νοημάτων. ἡ γὰρ περὶ τῶν δέκα γενῶν ἐν τούτοιςὁ λόγος. ταῦτα δὲ ὕστερον καὶ ἐννοηματικά, περὶ νοημάτων ἂν εἴη ὁ λόγος. ὅτι δὴ περὶτῶν λεγομένων ἐστί, σαφῶς εἶπεν ὁ ἀριστοτέλης, τὰ δὲ λεγόμενα καὶ λεκτὰ, τὰνοήματά ἐστιν, ὡς καὶ τοῖς στωϊκοῖς ἐδόκει. ἔδει δὲ τούτους ἐννοεῖν, ὅτι τὸ περὶ νοημά-των καθὸ νοήματα λέγειν, οὐ λογικῆς, ἀλλὰ τῆς περὶ ψυχῆς ἐστι πραγματείας. ἀλλὰτούτων μὲν ἕκαστος, ἀτελῶς ἀντελάβετο τοῦ σκοποῦ. διὸ καὶ πάντες τὸν ἀριστο-τέλη μαρτύρονται. ὡς μερικῶς ἀληθεύοντες. καὶ κατηγοροῦσιν ἀλλήλων εἰκότα.καὶ αὐτοὶ πάλιν εὐθύνονται δικαίως. ἴδωμεν δὲ καὶ τοὺς τελεώτερον ἀντιλαμ-βανομένους, ὧν ἐν πρώτοις κατ' ἐμήν ἐστι γνώμην, ὁ ἀφροδισιεὺς ἀλέξανδρος, ἀρχὴνεἶναι λέγων τῆς λογικῆς πραγματείας, τοῦτο τὸ βιβλίον. ἐπειδὴ φησίν ὁ λόγοςσυμβαίνει; τῶ τὰ μόρια αὐτῶ τὰ πρῶτα σημαίνειν: τίνα δέ ἐστι τὰ ὑπὸ τῶν πρώτωνΑ ε