ὡς μὴ δὲ τὰ καλῶς λεγόμενα κακοσχόλως ἐκδεχόμενον, ἀδόκιμα δεικνύναι. μὴ δὲεἴτι δέοιτο ἐπιστάσεως, πάντη πάντως ἄπταιστον φιλονεικεῖν ἀποδεῖξαι, ὡς εἰς τὴναἵρεσιν ἑαυτὴν ἐγγράψαντα τοῦ φιλοσόφου. δεῖ δὲ οἶμαι καὶ τῶν πρὸς πλάτωνα λε-γομένων αὐτῶ, μὴ πρὸς τὴν λέξιν ἀποβλέποντα μόνον, διαφωνίαν τῶν φιλοσό-φων καταψηφίζεσθαι, ἀλλ' εἰς τὸν νοῦν ἀφορῶντα, τὴν ἐν τοῖς πλείστοις συμφωνίαναὐτῶν ἰχνεύειν. καὶ τὸν ἀκροατὴν δεῖ καλόντε εἶναι, καὶ σπουδαῖον. ἱκανῶς. καὶπροὔργου παντὸς ποιεῖσθαι τὴν ἐπι πολὺ τῶν ἀριστοτελικῶν νοημάτων ἐξέτα-σιν. καθ' αὑτόν γε, καὶ μετὰ τῶν ὁμοίως φιλομαθῶν. φυλάττεσθαι δὲ χρὴ τὴν ἐρι-στικὴν φλυαρίαν. εἰς ἣν πολλοὶ τῶν ἀριστοτέλει συγγινομένων ἀποπίπτουσι. τοῦ γὰρφιλοσόφου τοῖς ἀνελέγκτοις ὅροις τῆς ἐπιστήμης, τὰ πάντα ἀποδεικνύναι σπου-δάζοντος, οἱ περιττῶς σοφοὶ, καὶ πρὸς τὰ ἐναργῆ ἀντιλέγειν ἐθίζονται. τὸ ὄμματῆς ἑαυτῶν ψυχῆς ἀποτυφλοῦντες. πρὸς οὓς ἀρκεῖ τὸ τοῦ ἀριστοτέλους εἰπεῖν. ὅτι,ἢ αἰσθήσεως, ἢ κολάσεως δέονται. εἰ μὲν γὰρ μὴ ἐφιστάνοντες φιλονεικοῦσιν, αἰσθή-σεως. εἰ δὲ ἐφιστάνοντες μὲν, ἐπὶ λόγων δὲ δυνάμει φιλοτιμοῦνται, κολάσεως. Δέ-κατον λοιπὸν ἦν τῶν προτεθέντων, πόσα χρὴ κεφάλαια, καὶ τίνα τῶν ἀριστοτέ-λους πραγματειῶν, διαρθροῦσθαι. καὶ ἔστι ταῦτα. ὁ σκοπός. τὸ χρήσιμον. ἡ αἰτίατῆς ἐπιγραφῆς. ἡ τάξις τῆς ἀναγνώσεως. εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον. ἡ εἰςτὰ κεφάλαια διαίρεσις. οὐκ ἄτοπον δὲ ἴσως αἰτεῖν, καὶ ὑπὸ ποῖον μέρος αὐτοῦτῆς φιλοσοφίας ἀνάγεται. ὁ μὲν γὰρ σκοπὸς ὀρθῶς γνωσθεὶς, ὁρίζει καὶ κατευ-θύνει τὴν διάνοιαν ἡμῶν. ἵνα μὴ ἐπ' ἄλλα καὶ ἄλλα φερώμεθα μάτην, ἀλλὰ πρὸςαὐτὸν ἅπαντα ἀναφέρωμεν. τὸ δὲ χρήσιμον προφανῶς συντονωτέρους ἡμᾶς καὶπροθυμοτέρους ἐργάζεται. Η δὲ αἰτία τῆς ἐπιγραφῆς, ὅταν σαφὴς οὖσα τυγχά-νη, οὔτε ἐνοχλεῖ προςφωνηθεῖσα, καὶ βεβαιοῖ τὸν σκοπόν. καὶ τὸ γνήσιον δὲ ὅπερὡς ἐμοὶ δοκεῖ, πρὸ πάντων ἔδει τῶν ἄλλων βασανίζεσθαι, ἀναγκαίως προλαμβά-νεται. πάσχομεν γάρ τι καὶ ὑπὸ τῆς τῶν προσώπων δόξης. καὶ οὐκ ἀτόπως, διὰ τὸμὴ πάντη παρεσκευάσθαι πρὸς τὴν τοῦ ἀληθοῦς διάκρισιν, ἀλλ' ἀγαπᾶν ἔν τισιτὸ τοῖς κρείττοσιν ἕπεσθαι. πολλὰ γὰρ ἐγράφη καὶ νόθα βιβλία κατ' ἐκεῖνον μά-λιστα τὸν χρόνον. ὅτι πολλοὶ τῶν βασιλέων περὶ τὰς βιβλιοθήκας σπουδάζοντες,πολλοῦ χρυσίου τὰ ἀπεξενωμένα τῶν βιβλίων ὠνοῦντο. Η δὲ εἰς τὰ κεφάλαιατῶν βιβλίων διαίρεσις, οἷον, κατ' ἄρθρα τέμνουσα, μιμεῖται τὴν ἀνατομικὴν παρὰτοῖς ἰατροῖς θεωρίαν. ὡς γὰρ ἐκείνη τὴν εἰς τὸ ὅλον τέμνουσαν χρείαν ἑκάστου τῶν μο-ρίων διὰ τῆς ἀνατομῆς εὑρίσκει, καὶ γνῶσιν ἀκριβεστέραν τοῦ συνθέτου παρέχε-ται παραγυμνώσασα τὰ ἁπλᾶ, οὕτω καὶ αὕτη διελοῦσα τὸ ὅλον, ὑπ' ὄψιν ἄγειμᾶλλον. καὶ τὴν ἑκάστου παρίστησι χρείαν, πρὸς τὸν ὅλον σκοπόν. καὶ τὸ δεῖξαι δὲ ὑπὸποῖον ἀνάγεται μέρος, τὴν τοῦ μέρους πρὸς τὸ ὅλον παρέχεται σύνταξιν. Ιστέον δὲὅτι, οὐκ ἀεὶ ταῦτα πάντα δεῖται διαρθρώσεως. πολλάκις γὰρ τὸ χρήσιμον τῶ σκο-πῶ συναναφαίνεται. καὶ ἡ ἐπιγραφὴ παντὶ δήλη καθέστηκεν. ὡς ἡ περὶ ψυχῆς. καὶ
Einzelbild herunterladen
verfügbare Breiten