Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ταίοις τῶν Νικομαχείων ἠθικῶν μεγαληγορεῖ. Πρὸς δὲ τὸ τοιοῦτον ἄγει τέλος ἅπαντα τὰ τοῦ φιλοσόφου συγγράμματα. τὰ μὲν, τὴν ἀποδεικτικὴν παρασκευάζονταμέθοδον. τὰ δὲ, τὰ ἤθη διὰ τῶν ἀρετῶν κοσμοῦντα. τὰ δὲ, τὴν γνῶσιν διὰ τῶν φυσι-κῶν, ἐπὶ τὰ ὑπὲρ φύσιν ἀνάγοντα. Εἶδος δὲ τῆς ἀριστοτελικῆς ἑρμηνείας, τὸ κατά-τε τὸν νοῦν καὶ τὴν λέξιν συνεστραμμένον καὶ νοερὸν καὶ γοργόν. ἢ γὰρ τὴν λύσιν εὐθὺς ἐπά-γει τῆ ἀπορία, ἢ πολλὰς ἐπισυνάπτων ἀπορίας, μιᾶ λύσει καὶ ταύτη συντόμω δι-αλύει πάσας. οὐδαμοῦ δὲ ἐθέλει τῆς ἐναργείας ἐξίστασθαι. διττῆς δὲ οὔσης ἐναργείαςεἰς πίστιν, τῆς μὲν, ἀπὸ νοῦ, τῆς δὲ, ἀπὸ αἰσθήσεως, τοῖς μετὰ αἰσθήσεως ζῶσι διαλεγό-μενος, τὰς ἀπὸ τῆς αἰσθήσεως προτιμᾶ. διὸ καὶ τὸ ἀναγκαστικὸν αὐτοῦ ταῖς ἀποδείξεσιν ὑπάρχει. ὡς καὶ τὸν μὴ πειθόμενον διά τινας οὐκ εὐτυχεῖς προλήψεις, ὅμως ἠναγκασμένονἐπιστομίζεσθαι. πανταχοῦ δὲ ἐθέλει τῆς φύσεως μὴ ἐξίστασθαι, ἀλλὰ καὶ τὰ ὑπὲρ τὴν φύσιν, κατὰ τὴν πρὸς τὴν φύσιν θεωρεῖ σχέσιν. ὥσπερ ὁ θεῖος πλάτων ἀνάπαλιν κατὰ τὸ πυθαγό-ρειον ἔθος, καὶ τὰ φυσικὰ ἐπισκέπτεται καθὸ τῶν ὑπὲρ φύσιν μετέχουσιν. οὐ μὴν οὐδὲ μύθοις οὐδὲ συμβολικοῖς αἰνίγμασιν, ὡς τῶν πρὸ αὐτοῦ τινες, ἀριστοτέλης ἐχρήσατο.ἀλλ' ἀντὶ παντὸς ἄλλου παραπετάσματος, τὴν ἀσάφειαν προετίμησεν. ἐζήτει δὲ καὶταύτης τὴν αἰτίαν ὁ λόγος, κατὰ τὸ ἕβδομον τῶν προβληθέντων. καὶ καλῶς εἰς αὐτὴναὐτοφυῶς ἐμπέπτωκε. τῶν γὰρ παλαιοτέρων νομιζόντων, μὴ δεῖν καὶ τοῖς σκυτο-τόμοις τὴν ἑαυτῶν σοφίαν προτιθέναι εἰς πάρεργον ἀντίληψιν διὰ τὴν προφαινο-μένην σαφήνειαν, οἱ μὲν, μύθοις, οἱ δὲ συμβόλοις αὐτὴν ἀπέκρυψαν, ὡς ἐν τοῖς παρα-πετάσμασι,, τὰ ἀπορῥητότερα τῶν ἱερῶν. ἀριστοτέλης δὲ, τὴν ἀσάφειαν προετί-μησεν. ἴσως μὲν καὶ τὴν ἀόρισταν τῶν μύθων καὶ τῶν συμβόλων ὑπόνοιαν παραιτη-σάμενος. ῥαδίως γὰρ ἄλλος ἄλλως εἰς δέχεσθαι δύναται τὰ τοιαῦτα. ἴσως δὲ καὶ γυ-μναστικωτέραν εἰς ἀγχίνοιαν ὑπολαμβάνων, τὴν τοιαύτην ἀσάφειαν. ἔδρασεν δ' ὅμωςὅπερ ἐβούλετο. τοῖς ῥαθύμοις οὐδὲ τὴν μυθικὴν ψυχαγωγίαν προτείνειν ἀξιῶν. ἀλλ'οὕτως αὐτοὺς ἀποσκευαζόμενος, ὡς πάντων ἀσαφέστερος μαρτυρεῖσθαι. ὅτι γὰρ οὐκ ἀ-ἀσθενεία λόγου τὸ ἀσαφὲς αὐτοῦ τοῖς συγγράμμασιν ἐπεγένετο, ἴσασι μὲν, καὶ οἱ μετρίωςλόγω παρακολουθεῖν δυνάμενοι, ὅτι πολλὴν ἐμφαίνει λεκτικὴν δύναμιν, ἡ ἀριστοτέ-λους ἑρμηνεία. ὡς δι' ὀλίγων πολλάκις συλλαβῶν παραδιδόναι, ὅσα οὐκ ἄν τις ἐνπολλαῖς περιόδοις ἐδίδαξε. δῆλον δὲ καὶ ἐξ ὧν ἐν οἷς ἐβουλήθη σαφέστατα ἐδίδα-ξεν. ὡς ἐν τοῖς μετεώροις καὶ τοῖς τοπικοῖς, καὶ ταῖς γνησίαις αὐτοῦ πολιτείαις. ἅπερδιὰ τὸ κοινότερον τῶν θεωρημάτων, σαφέστερον ἀπαγγεῖλαι σύνοιδε. Τὸ δὲ δύνασθαι σαφῶςεἰπεῖν, δηλοῖ μάλιστα ὁ τῶν ἐπιστολῶν αὐτοῦ χαρακτὴρ, τὸν ἀνὰ χεῖρας διάλο-γον. ὅς ἐπιστολαῖς προσήκει μετ' εὐπρεπείας ἀποτυπούμενος. καὶ οὐδέ ἔστι τις τῶνσυνεγνωσμένων ἀριστοτέλει περὶ τὸν ἐπιστολικὸν χαρακτῆρα προσόμοιος. Τὸν δὲ ἄξι-ον τῶν ἀριστοτελικῶν συγγραμμάτων ἐξηγητὴν, δεῖ μὴ πάντη τῆς ἐκείνου μεγαλονοί-ας ἀπολείπεσθαι. δεῖ δὲ καὶ τῶν πανταχοῦ τῶ φιλοσόφω γεγραμμένων, ἔμπειρονεἶναι καὶ τῆς ἀριστοτελικῆς συνηθείας ἐπιστήμονα. δεῖ δὲ καὶ κρίσιν ἀδέκαστον ἔχειν.Α δ