Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῶν τὴν ἀπόδειξιν ὑποδυομένων, ὡς οἱ τόποι καὶ οἱ σοφιστικοὶ ἔλεγχοι, καὶ αἱ ῥη-ρικαὶ τέχναι. αὕτη μὲν οὖν τῶν ἀριστοτελικῶν συγγραμμάτων ὁλοσχερεστέρα δϊ-αίρεσις. Περὶ δὲ τοῦ τρίτου, ῥητέον πόθεν ἄρχεσθαι δεῖ τῶν ἀριστοτελικῶν συγγραμ-μάτων. μετὰ γὰρ τὴν διαίρεσιν, ἀκόλουθος περὶ τούτων λόγος. τινὲς μὲν οὖν ἀπὸ τῶν ὀρ-γανικῶν φασὶν ἄρχεσθαι δεῖν. ταῦτα γὰρ ἡμῖν ἐμποιεῖ τὸ διακρίνειν. ἐν μὲν ταῖς πρά-ξεσι, τὰ ἀγαθὰ καὶ κακά. ἐν δὲ ταῖς γνώσεσι, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ὥστε καὶ τῶνπρακτικῶν καὶ τῶν γνωστικῶν συγγραμμάτων, προηγεῖσθαι χρὴ τὰ τὴν διακριτικὴνἡμῖν δύναμιν παρεχόμενα. εἰ δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν φαίνεται προηγουμένη τῶν ὀρ-γάνων γνῶσις, οἷον τεκτονικῆς, χαλκευτικῆς. καὶ ἐπὶ ἰατρικῆς δέ, πολλῶ μᾶλλον ἐπὶφιλοσοφίας, τῆς πάντα μετὰ ἀποδείξεως ὑπισχνουμένης παραδιδόναι καὶ ταύτημόνη τήν τε ζωὴν ἡμῶν καὶ τὴν γνῶσιν ἐπιτρεπούσης. πῶς οὖν ἄνευ ἀποδείξεως, τοῖςπρακτικοῖς τοῖς θεωρητικοῖς λόγοις ἐντυγχάνοντες, οὐ ταὐτὸν πεισόμεθα, τοῖςἄνευ τοῦ ἑρμαϊκοῦ μώλυος περὶ τὴν κίρκην ἰοῦσι, καὶ θελγομένοις ὑπὸ τῶν παρ' ἑκά-στοις πιθανῶς λεγομένων. Τινὲς δὲ ἀπὸ τῶν ἠθικῶν προστάττουσι ποιεῖσθαι τὴν ἀρχήν.τὰ γὰρ ὄργανα φασί τῶν μέσων ἐστὶν. καὶ δυνατὸν αὐτοῖς καὶ εὖ καὶ κακῶς χρῆσθαι. δηλοῦσιδὲ καὶ οἱ πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν. Δεῖν οὖν πρότερον τοῖς χρησομένοιςτοῖς ὀργάνοις μετρίως παρεσκευασμένης ζωῆς. οὐ γὰρ τοιαύτη ἐστὶν τῶν οἰκοδομικῶνκαὶ κυβερνητικῶν γνῶσις, οἵα φιλοσοφίας, ἀλλ' αὕτη ζωτική ἐστι. δεῖ οὖν πρώτης τῆςἀπὸ τῶν ἠθικῶν καταρτύσεως, οὐκ ἀποδεικτικῶς, ἀλλ' ὀρθοδοξαστικῶς τὰ ἠθικὰ παρα-λαμβανόντων ἡμῶν κατὰ τὰς αὐτοφυεῖς περὶ τῶν ὄντων ἐννοίας. ἀλλ' εἰ μὲν τὰ ἠθικὰ τοῦἀριστοτέλους κατηχήσεις μόνον ἦσαν παραινετικαὶ καὶ ἀναπόδεικτοι, οἷαι πολλαὶ παρὰτοῖς πυθαγορείοις ἐλέγοντο, ὀρθῶς εἶχεν ἐκ τούτων ἀρχομένους προκαταρτύειν δι'αὐτῶν τὰ ἤθη. εἰ δὲ καὶ ἐκεῖνα μετὰ διαιρέσεων καὶ ἀποδείξεων ἐπιστημονικωτάτων παρα-δέδωκεν ἀριστοτέλης, πῶς ἄνευ τῶν ἀποδεικτικῶν μεθόδων ἰόντες ἐπ' αὐτὰ δυνησό-μεθά τι πλέον ἀνύτειν. μήποτε οὖν δεῖ πάντως ἠθικῆς προκατηχήσεως, ἀλλ' οὐ διὰτῶν ἀριστοτέλους ἠθικῶν παραδιδομένης, ἀλλὰ δι' ἀγράφου συνεθισμοῦ καὶ τῶν ἀτέ-χνων παραινέσεων ἀγράφως τὲ καὶ ἐγγράφως τὸ ἦθος ἡμῶν ἀπευθυνόντων. εἶτα τῆς λο-λογικῆςτε καὶ ἀποδεικτικῆς μεθόδου. καὶ μετ' ἐκείνα, τούς τε περὶ ἠθῶν ἐπιστημονι-κοὺς λόγους, καὶ τοὺς τῆς περὶ τῶν ὄντων θεωρίας, ἐπιστημονικῶς δυνησόμεθα παραδέ-χεσθαι. Τέταρτον δὲ ἦν τῶν προβλημάτων, τὸ, τέλος τῆς ἀριστοτελικῆς φιλοσοφί-ας εὑρεῖν. ἐκ τούτου γὰρ καὶ τὸ σεμνὸν αὐτῆς θεασόμεθα. τέλος τοίνυν καὶ τῆς τοῦδε τοῦἀνδρὸς φιλοσοφίας, κατὰ μὲν τὸ ἦθος, διὰ τῶν ἀρετῶν τελείωσις. κατὰ δὲ τὴν γνῶσιν, ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν παραδρομή. καὶ γὰρ οἶδεν αὐτὴν ἐπιστημονικῶς, καὶ ἐσεβά-σθη. καὶ λαμπρᾶ τῆ φωνῆ ἀνεβόησεν. Οὐκ ἀγαθὸν πολυκοιρανίη. κοινὸν δὲ ἀμφοῖντέλος, τὸ ἐπιβάλλον ἀνθρώπω, τελεωτάτη εὐδαιμονία. πρὸς ἣν, οὐδὲ μίαν ὑπερ-βολὴν, οὐδενὶ τῶν ἄκρως φιλοσοφησάντων κατέλιπεν ἀριστοτέλης. οὐδὲ ἄνθρωπονἔτι καλεῖν ἀξιῶν, ἀλλὰ θεὸν, τὸν εἰς ἐκείνην ἀναδραμόντα. τοιαῦτα γὰρ ἐν τοῖς τελευ-