στοτέλους περιπατητικὴ καλουμένη, ῥητέον πρῶτον κατὰ πόσους καὶ ποίους τρό-πους τὰς ὀνομασίας ἔσχον αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. Δεύτερον, τίς ἡ διαίρεσιςτῶν ἀριστοτελικῶν συγγραμμάτων. ἵνα καὶ τὸ προκείμενον ὅπου χώρου τάξομεν, γέ-νηται δῆλον. Τρίτον, πόθεν ἀρκτέον τῶν ἀριστοτέλους συγγραμμάτων. Τέταρτον,τί τὸ τέλος ἐστὶν τῆς ἀριστοτέλους φιλοσοφίας. Πέμπτον, τίνα τὰ ἄγοντα ἡμᾶς πρὸςτὸ τέλος. Εκτον, τί τὸ εἴδος τῶν ἀριστοτελικῶν συγγραμμάτων. Εβδομον, διὰ τί τὴνἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος. Ογδοον, ποῖον δεῖ τὸν ἐξηγητὴν εἶναι τῶντοιούτων λόγων. Εννατον, ποῖον δεῖ τὸν ἀκροατὴν προς λαμβάνεσθαι. Δέκατον,πόσα δεῖ παραλαμβάνειν ἑκάστης ἀριστοτελικῆς πραγματείας κεφάλαια. καὶ ποῖ-α. καὶ διὰ ποίαν αἰτίαν. Αἱ μὲν οὖν κατὰ φιλοσοφίαν αἱρέσεις, ἑπταχῶς ὀνομάζονται.ἢ ἀπὸ τοῦ συστησαμένου τὴν αἵρεσιν ὡς πυθαγόρειοι καὶ πλατωνικοί, ἢ ἀπὸ τῆς τοῦαἱρεσιάρχου πατρίδος. ὡς κυρηναϊκοὶ, οἱ ἀπ' ἀριστίππου καὶ μεγαρικοὶ, οἱ ἀπὸ εὐκλεί-δου. καὶ ἐλεατικοὶ, οἱ ἀπὸ ξενοφάνους καὶ παρμενίδου. ἢ ἀπὸ τοῦ τόπου ἐν ὧ διέτριβονφιλοσοφοῦντες, ὡς ἀκαδημαϊκοὶ καὶ στωικοί. ἢ ἀπὸ συμβεβηκυίας ἐνεργείας, ὡς πε-ριπατητικοί. ἢ ἀπὸ τῆς ἐν τῶ φιλοσοφεῖν κρίσεως. ὡς ἐφεκτικοὶ, οἱ ἀπὸ πύρῥωνος.ἢ ἀπὸ τοῦ τέλους ὃ προτίθενται τῆς ἑαυτῶν φιλοσοφίας, ὡς ἡδονικοὶ οἱ ἐπικούρι-οι. ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ κυνικοί. ἄλλο γὰρ τὸ τέλος οὗ στοχάζονται καὶ ἄλλο τὸ εἶ-δος τῆς ἐπιτηδεύσεως. οὐ γὰρ δι' ἡδονῆς οἱ ἐπικούριοι τὴν ἡδονὴν ἐθήρων, ἀλλὰ διὰπόνων μάλιστα καὶ ἐγκρατείας. τῶν δὲ ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν ἐστιμερικά, ὡς αἱ ἐπιστολαὶ πρὸς ἕνα τινὰ καὶ περὶ μερικοῦ τινὸς γεγραμμέναι πράγ-ματος. τὰ δὲ, καθόλου. τὰ δὲ καὶ μεταξύ, ὡς αἱ περὶ ζώων καὶ φυτῶν ἱστορίαι. οὔτεμερικῶν οὖσαι τινῶν πάντη. περὶ γὰρ εἰδῶν εἰσι ζώων. ἀλλὰ τὰ μὲν μερικὰ καὶ τὰ μέσα, μενέτω νῦν ἀδιαίρετα. τῶν δὲ καθόλου, τὰ μέν ἐστιν ὑπομνηματικά, ὅσα πρὸςὑπόμνησιν οἰκείαν καὶ πλείονα βάσανον συνέταξεν ὁ φιλόσοφος. ὧν τὰ μὲν, μονοει-δῆ ἐστιν, ὡς περὶ ἑνός τινος ὑπομιμνῄσκοντα. τὰ δὲ ποικίλα, ὡς περὶ πλειόνων. δοκεῖδὲ τὰ ὑπομνηματικὰ μὴ πάντη σπουδῆς ἄξια εἶναι. διὸ οὐδὲ πιστοῦνται ἀπ' αὐτῶντὰ τοῦ φιλοσόφου δόγματα. ὁ μέντοι ἀλέξανδρος τὰ ὑπομνηματικὰ, καὶ συμπεφυρ-μένα φησὶν εἶναι, καὶ μὴ πρὸς ἕνα σκοπὸν ἀναφέρεσθαι. διὸ καὶ πρὸς ἀντιδιαστολὴν τουτων,συνταγματικὰ τὰ ἕτερα λέγεσθαι. τῶν δὲ συνταγματικῶν, τὰ μέν ἐστιν διαλογικά.τὰ δὲ αὐτοπρόσωπα, καὶ τῶν αὐτοπροσώπων, τὰ μέν ἐστι θεωρητικά. τὰ δὲ, πρακτικά.τὰ δὲ, ὀργανικά. καὶ τῶν θεωρητικῶν, τὰ μὲν θεολογικά, ὡς τὰ μετὰ τὰ φυσικά. τὰ δὲ φυσιολογικὰ, ὡς ἡ φυσικὴ ἀκρόασις, καὶ αἱ ἑπόμεναι ταύτη πραγματεῖαι. τὰ δὲ, μαθηματικά. οἷα γεωμετρικά τε αὐτῶ γέγραπται καὶ μηχανικὰ βιβλία. Τῶν δὲ πρακτικῶν, τὰ μὲν,ἠθικά. ὡς τά τε νικομάχεια καὶ τὰ εὐδήμεια. καὶ τὰ ἐπιγραφόμενα μεγάλα, τὰ δὲ,οἰκονομικά. τὰ δὲ, πολιτικὰ, ὡς οἱ οἰκονομικοὶ καὶ πολιτικοὶ ἐπιγεγραμμένοι λόγοι.τῶν δὲ ὀργανικῶν, τὰ μὲν, περὶ αὐτῆς ἐστι τῆς ἀποδεικτικῆς μεθόδου. τὰ δὲ, περὶ τῶν πρὸαὐτῆς, ὡς τὰ πρότερα ἀναλυτικά. καὶ τὸ περὶ ἑρμηνείας. καὶ αἱ κατηγορίαι. τὰ δὲ, περὶΑ γ
Einzelbild herunterladen
verfügbare Breiten