Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τοῦτον δὲ, θεῖος ἰάμβλιχος πολύστιχον καὶ αὐτὸς εἰς τοῦτο τὸ βιβλίον κατεβάλετοπραγματείαν. τὰ μὲν πολλὰ τοῖς πορφυρίου, καὶ ἐπ' αὐτῆς τῆς λέξεως κατα-κολουθῶν. τινὰ δὲ ἐπικρίνων ἐκείνων καὶ διαρθρῶν ἀκριβέστερον μετὰ τοῦ συ-στέλλειν τὴν ὡς ἐν σχολαῖς πρὸς τὰς ἐνστάσεις μακρολογίαν. πανταχοῦ δὲ τὴν νοε-ρὰν θεωρίαν ἑκάστω σχεδὸν τῶν κεφαλαίων ἐπιτιθεὶς. καί τι καὶ ἄλλο πρὸς τούτοιςχρήσιμον τῷ συγγράμματι προστιθείς. ἀρχύτου γὰρ τοῦ πυθαγορικοῦ καὶ πρὸ ἀρι-στοτέλους τὴν εἰς δέκα τῶν πρώτων γενῶν ποιησαμένου διαίρεσιν, ἐν τῶ βιβλίωπερὶ τοῦ παντὸς ἐκεῖνος ἐπέγραψε. καὶ τά τε γνωρίσματα αὐτῶν διὰ παραδειγμά-των ἐναργῶς σαφηνίζοντος. καὶ τάξιν ἣν ἔχουσι προςάλληλα. καὶ τὰς κατ' εἴδη δια-φορὰς ἑκάστου, καὶ τὰ ὑπάρχοντα αὐτοῖς κοινῶς τε καὶ ἰδίως ἐπιδεικνύντος, αὐτὸςἐν τοῖς προσήκουσι τόποις τὰ τοῦ ἀρχύτου παράγων, ἐκεῖνα τὲ νοερῶς συνεσπαρ-μένα ἐξήπλωσε. καὶ τὴν συμφωνίαν τὴν πρὸς αὐτὰ τοῦ ἀριστοτέλους ἐπέδειξε.καὶ εἴπου τι διάφωνον ἦν, ὀλίγα δὲ καὶ ταῦτα, καὶ τοῦτο ὑπ' ὄψιν ἤγαγε τοῖς φι-λομαθέσι. μηδὲ τὴν αἰτίαν τῆς διαφωνίας ἀνεξέταστον καταλιμπάνων. εἰκότως.διότι φαίνεται πανταχοῦ τω ἀρχύτα κατακολουθεῖν ἀριστοτέλης βουλόμε-μενος. καὶ δέξιππος δὲ ἰαμβλίχου, καὶ αὐτὸς μὲν τὸ τοῦ ἀριστοτέλους βιβλίον, συν-τόμως ἐξηγήσατο. προηγουμένως δὲ τὰς πλωτίνου ἀπορίας ὡς ἐν διαλόγω προ-τεινομένας αὐτῶ, διαλύειν προτίθεται. οὐδὲν οὐ δὲ οὗτος σχεδὸν τοῖς πορφυ-ρίου καὶ ἰαμβλίχου προστεθεικώς. τοσαύτης τοίνυν τῶν κλεινοτάτων ἐν φιλοσο-φία περὶ τὸ τῶν κατηγοριῶν βιβλίον γεγενημένης σπουδῆς, καταγέλαστος εὐθὺς ἂνἀπ' ἀρχῆς δόξαιμι, γράψαίτι καὶ αὐτὸς τολμήσας, εἰ μὴ τὴν αἰτίαν εὔλογον ἐπι-δείξαιμι τοῦ τολμήματος. ἐγὼ γὰρ ἐνέτυχον μὲν καίτισι τῶν εἰρημένων συγγράμ-μασιν. ἐπιμελέστερον δὲ ὡς οἷόςτε ἦν τοῖς ἰαμβλίχου παρακολουθῶν ἀπεγρα-ψάμην, καὶ αὐτῆ πολλαχοῦ τῆ λέξει τοῦ φιλοσόφου χρησάμενος. δὲ σκοπὸς ἦνμοι τῆς ἀπογραφῆς, ἅμα μὲν, ὡς ἂν δυναίμην ἐκ τοῦ γράφειν, ἀκριβεστέραν τῶν εἰρη-μένων κατανόησιν προσλαβεῖν. ἅμα δὲ τὸν ὑψηλὸν νοῦν τοῦ ἀνδρὸς καὶ τοῖς πολ-λοῖς ἄβατον, ἐπὶ τὸ σαφέστερόντε καὶ συμμετρώτερον καταγαγεῖν. ἐκ τρίτων δὲ, καὶτὸ πολὺ πλῆθος τῶν πολυειδῶν συγγραμμάτων ἐπ' ἔλαττον ὁπωσοῦν συστεῖλαι.οὐχ οὕτως ὡς φιλοσοφώτατος συριανὸς εἰς ἐλάχιστον. ἀλλὰ μετὰ τοῦ μηδὲν ὡς δυ-νατὸν τῶν ἀναγκαίων παραλιπεῖν. εἰ δέ τι καὶ αὐτὸς ἴσχυσα προσθεῖναι, καὶ ὑπὲρτούτου τοῖς ἀνδράσι τούτοις μετὰ τὸν θεὸν χάρις. ὑφ' ὧν χειραγωγούμενος, ἀπο-ρίαν οὐκ ἀπόβλητον, διάρθρωσιν τῶν εἰρημένων ἀξίαν τινὰ τοῦ λόγου προστέ-θεικα. συμβουλεύω μέντοι τοῖς ἐντευξομένοις, μηδέποτε τῶν πορφυρίου καὶἰαμβλίχου καταφρονῆσαι συγγραμμάτων ἐπὶ τούτοις τοῖς σχολικοῖς. ἀλλ' εἴπερἄρα, ὡς εἰσαγωγῆ καὶ γυμνασίω τούτοις χρήσασθαι, πρὸς ἀκριβεστέραν τῶν ἐκείνοιςτοῖς ἀνδράσιν εἰρημένων κατάληψιν. Eπεὶ δὲ πρώτω τῶν ἀριστοτέλους τῶ τῶν κα-τηγοριῶν ἐν τυγχάνομεν βιβλίῳ, ἅμα δὲ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ἐστὶν ἀρι-