Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

πι, κόρακι μέλαν, ἀδύνατον ἀπογενέσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθοράς. εἴπομενδὲ ἤδη, ὅτι εἰ καὶ μὴ κατ' ἐνέργειαν ἀπογίνεται, ἀλλ' οὖν τῆ ἐπινοία κόραξ καὶ αἰθίοψλθυκός. τοῦ δὲ ἀνθρώπου τὸ ζῶον, οὐδὲ τῆ ἐπινοία χωρίσαι δυνατόν. ἅμα γὰρ τὸ νοῆσαι.τὸν ἄνθρωπον μὴ εἶναι ζῶον, φθείρομεν αὐτόν. ἐπινοήσαντες δὲ τὴν κορακαμη εἶναι μέ-λανα, τὸν αἰθίοπα, οὐ φθείρομεν αὐτοῦ τὴν οὐσίαν ὡς κορακός, ἀνθρώπου. ἀμέ-λει καὶ εἰ ἀφέλοι τίς τοῦ κορακος τὰ πτέρα, οὐδὲνήττόν ἐστι κόραξ. καὶ τὸν αἰθίοπα εἰλευκὸν ἐπινοήσης, οὐδὲν ἡττόν ἐστὶν ἄνθρωπος. ὥστε καὶ τὰ ἀχώριστα εἰ μὴ τῆ ἐναργείαἀπογίνεται, ἀλλ' οὖν τῆ ἐπινοία. Απορεῖται δὲ καὶ τοῦτο, πῶς λέγεται γίνεσθαι καὶ ἀπογί-νεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθοράς. γὰρ πυρε τὸς γινόμενος, φθείρει τὸ ζῶον.φα μὲν τοίνυν ὡς τοῦτο, οὐκ ἐπὶ τοῦ πυρέττειν μόνον ἔδει ἀπορεῖν, ἀλλὰ καὶ περὶ ἀμέτρουψύξεως, καὶ ξηρότητος, καὶ ὑγρότητος. ταῦτα γὰρ πάντα προςγινόμενα, φθείρει τὸ ζῶον.φα μὲν οὖν ὅτι καθάπερ ἐν ταῖς χορδαῖς ἐπιτεινομένων καὶ ἀνειμένων τὴν ἀρμονίανγίνεσθαι συμβαίνει, τὸ μέντοι ὑποκείμενον οὐ φθείρεται, οὕτως καὶ ἐνταῦθα. θερμότητος ψύξεως ἀμέτρου γινομένης, τιτὸς τῶν παρὰπλησίων, τὴν μὲν συμμετρίαν καὶ ἁρ-μονίαν τὴν ἐν τῶ ζώω, συμβαίνει φθείρεσθαι. σώζεται δὲ τὸ ὑποκείμενον, τούτεστι τὸ σῶμα.τὸ γὰρ τῆ θέρμειἡ τὴ ψύξει ὑποκείμενον, οὐχ ἁπλῶς τὸ ζῶον ἐστὶν, ἀλλὰ τὸ σῶμα. σύνθε-τον δὲ τοῦτο ἐστὶν ἐκ τῶν ἐναντίων, ψυχρῶν τε καὶ θερμῶν. ξηρῶν τε καὶ ὑγρῶν. εἰ γὰρ ἣνἓν ἄνθρωπος φη πποκράτης, οὐκ ἄν ἤλγεεν. ἣνδ' ἂν ἐν καὶ τὸ ἰώμενον αὐτὸν. νῦνδὲ κραθέντων αὐτῶν ἀλήλων, καὶ εἰς ἕνωσιν καὶ φιλίαν ἁρμοσθέντων, οὐκ ἐκ τῶν εἰρημένωνδὲ μόνον ἐναντίων ποιοτήτων συντέθειται τὸ τοῦ ζώου σῶμα, ἀλλὰ καὶ ἐξ ὑποκειμένου τινὸςτριχῆ διαστατοῦ, κατὰ τὸν ἴδιον λόγον ἀποίου σώματος, ἐνω ὑφίσταται πᾶσα ποιότης.οὐδεμία δὲ ποιοτῆς μαχεται τῶ ἰδίω ὑποκειμένω, φθείρει τὸ ἐν τὴν ὑπόστασιν ἔχει.φθείρουσα γὰρ τὸ ὑποκείμενον, καὶ ἑαυτὴν συμφθείρει. τοῦ γὰρ ἐν τὴν ὑπαρξιν ἔχει φθα-ρέντος, καὶ ἑαυτὴν συμφθείρεσθαι ἀνάγκη, καθ' ἑαυτὴν εἶναι μὴ δύναμένην. οὐδὲνδέ ἐστὶνἑαυτοῦ φθαρτικὸν. ποιότης γὰρ ποιοτητιμάχεται, οὐχὶ τῶ ὑποκειμένω σώματι. ὥστε ἀδύνα-τον πυρετὸν, ἑτέραν ὅλως ποιότητα φθείρειν τοῖδιον ὑποκείμενον. ἕκαστον γὰρ τοῦ εἶναιἐφίεται. ἐπειδαν γοῦν μίαν τῶν ἐναντίων τούτων ποιοτήτων ἐξ ὧν κέκραται τὸ σῶ-μα πλεονάσαι συμβῆ, φθείρεσθαι τὴν τοῦ παντος σώματος ἁρμονίαν ἀνάγκη. κατα-λαβεῖν γὰρ σπουδάζουσα τὸ ὑποκείμενον ὡς ἐν τούτω σωζομένη, φθείρει τὴν μαχομένηναὐτῆ καὶ ἐναντίαν. ἵν ἐκείνην ἐξωθήσασα, τὸν αὐτῆς καταλάβη τόπον. ὥσπερ οἱ περὶ κοινοῦ χωρίου πολέμοῦντες ἄλλήλοις, πεύδει γὰρ ἕκαστος τὸν ἀντικείμενον ἀπωθησαςαὐτὸς ἐν καθέξει τοῦ χωρίου γενέσθαι, οὕτως οὖν φέρε καὶ τοῦ θερμοῦ καὶ ψυχροῦ μαχομένωνπερὶ τὸ αὐτὸ ὑποκείμενον, ἐν ὅσω μὲν οὐδέτερον ἐπικρατεῖ, ἐν συμμετρία ἐστὶ τούτων τὸ ὑπὸκείμενον. θατέρου δ' ἐπικρατήσαντος, τὸ μὲν ἀντικείμενον φθαρὲν ὑπὸ τοῦ ἐπικρατήσαντος,ἐξίσταται. τὸ δ' ὑποκείμενον, οὐδὲν πάσχει. οὐδ' ὑπὸ τῆς ἐπικρατούσης ποιότητος φθεί-ρεται. ὥστε ὑπὸ τοῦ πυρετοῦ μὲν ἀρμονία, καὶ εὐκρασία, τῶν ἐν τῶ σώματι ποιοτή-των φθείρεται. αὐτὸ δὲ τὸ σῶμα ὅπερ ὑποκείμενον ἡνταῖς ποιότησιν, οὐ φθείρεται. Ισως δ'